Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
κατὰ τὸν τῶν Ἀρειανῶν λόγον. Εἰ γὰρ ἦν ταῦτα καὶ πρὸ τῆς ἐπιδημίας, περιττός που πάντως ἐστὶν ὁ τοῦ εἰληφέναι τι λόγος. Εἰ δὲ οὐκ εἶχεν, ὅπερ οὐκ ἦν ἐγένετο. Τί οὖν ἦν πρὶν ταύτης 75.216 δέξασθαι καθ' ὑμᾶς; Καὶ πάλιν· Εἰ ὅτε ἐταπείνωσεν ἑαυτὸν εἰληφὼς ταῦτα φαίνεται ἐν οἷς νῦν ἐστιν, ἔστι δὲ Λόγος, σοφία, δύναμις, ἀλήθεια, φῶς, ζωὴ, ἀνάστασις, εἰκὼν τοῦ Πατρὸς, τούτων οὐδὲν ἦν πρὸ τῆς ταπεινώσεως. Σκοπείτωσαν τοίνυν εἰς ὅσον αὐτοῖς δυσφημίας βάραθρον ὁ λόγος χωρεῖ· εἰ γὰρ ἆθλον ὥσπερ καὶ μισθὸν τῆς ταπεινώσεως ταῦτ' ἔχει παρὰ Πατρὸς, φαίνεται δὲ οὐκ ἐν ἄλλῳ χρόνῳ ταπεινώσας ἑαυτὸν, ἀλλ' ὅτε γέγονεν ἄνθρωπος, ἀνεστραμμένην ὁρῶμεν τῶν πραγμάτων τὴν τάξιν. Αἱ μὲν γὰρ θεῖαι Γραφαὶ τὴν ἐπιδημίαν τοῦ Θεοῦ Λόγου γεγενῆσθαι λέγουσιν ἐπὶ βελτιώσει τῆς σαρκὸς, καὶ ὅλης τῆς ἀνθρώπου φύσεως. Εἰ δὲ Θεὸς, καὶ Υἱὸς, καὶ Ὑψηλὸς γέγονεν ἐν τῷ καιρῷ τῆς σαρκὸς, βελτιωθέντα μᾶλλον ὁρῶμεν ἢ βελτιώσαντα· ὠφεληθέντα μᾶλλον ἢ ὠφελήσαντα. Οὐκοῦν οὐδὲ δι' ἡμᾶς ἐπεδήμησεν ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ δι' ἑαυτόν· οὐδὲ τῆς ἡμετέρας ἕνεκα σωτηρίας τὴν σάρκα περιεβάλετο, ἀλλ' ἵνα βελτιωθῇ. Πῶς οὖν οἱ προφῆται καὶ ἀπόστολοι Σωτῆρα καλοῦσιν αὐτόν; Ἔδει γὰρ μᾶλλον βελτιωτὴν ἑαυτοῦ ὀνομάζειν ἢ τοῦτο. Πῶς δὲ ὑπὲρ ἡμῶν ἀπέθανεν, ὁ τούτου μισθὸν τὸ εἶναι Θεὸς καὶ Υἱὸς εἰληφέναι λεγόμενος; Εἰ δὲ τοῦτο φρονεῖν δυσσεβέστατον, οὐδὲν ἐξ ἀλλοιώσεως καὶ τροπῆς προσγέγονεν ἄρα τῷ Υἱῷ, ἀλλ' ἔστι τοῦτο φυσικῶς ὡς Υἱὸς, ὅπερ ἂν εἴη καὶ ὁ Πατήρ· διὸ δὴ καὶ ὅμοιος. ΑΛΛΟ. Εἰ κατ' ἐκείνους οὐκ ἦν ὁ Υἱὸς, ἢ ἦν μὲν, ἐβελτιώθη δὲ ὕστερον τροπὴν ὑπομείνας τὴν εἰς τὸ ἄμεινον, ὅτε καὶ μορφὴν δούλου λαβὼν ἑαυτὸν ἐταπείνωσε (διὰ τοῦτο γὰρ αὐτὸν ὁ Θεὸς ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα), γέγονε δὲ τοῦτο ἐν ὑστέροις τοῦ αἰῶνος καιροῖς, ὅτε καὶ ἡ ἐν σαρκὶ παρουσία· πῶς δι' αὐτοῦ γέγονε τὰ πάντα, πῶς δὲ ὁ Πατὴρ ἔχαιρεν ἐπ' αὐτῷ, οὔπω τὸ τέλειον ἔχοντι; Τὸ γὰρ προσθήκης ἔτι δεόμενον ἀτελές. Πῶς δὲ πάλιν ἐν ὑστέροις καιροῖς ἔλαβε τὸ προσκυνεῖσθαι, καὶ ἐξ ἀρχῆς τοῦτο ἔχων ἐφαίνετο; Προσκυνεῖ γὰρ αὐτὸν Ἀβραὰμ ἐπὶ τῇ δρυῒ τῇ Μαμβρῇ, προσκυνεῖ καὶ Μωσῆς ἐν τῇ βάτῳ λέγοντα· Ἐγώ εἰμι ὁ ὤν. Πῶς δὲ, καθά φησιν ὁ ∆ανιὴλ, Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ; Πῶς δὲ πάλιν ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καθήμενος φαίνεται, καὶ ὑπὸ τῶν Σεραφὶμ δορυφορούμενος καὶ δοξολογούμενος; Πῶς δὲ πάλιν αἱ ἐν τοῖς οὐρανοῖς δυνάμεις διὰ τοῦ Πνεύματος ἀκούουσαι· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ λέγουσαι· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Ἀντήκουον· Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Οὐχ οὗτος γέγονε Κύριος τῶν δυνάμεων, ἀλλ' οὗτός ἐστιν ὁ πάλαι Κύριος τῶν δυνάμεων. Εἰ δὲ τοῦτο ὢν φαίνεται ὃ δὴ καὶ νῦν ἐστι καὶ πρὸ τοῦ τῆς ἐπιδημίας καιροῦ, περιττὸν ἂν εἴη λέγειν, μᾶλλον δὲ κινδύνου μεστὸν, τροπῆς δεκτικὸν ὑπάρχειν τὸν Υἱόν· ἢ προαιρέσεως ἀγαθῆς 75.217 ἐσχηκένα, μισθὸν τὴν υἱότητα, καὶ τὸ εἶναι σοφίαν, καὶ Λόγον, καὶ Θεόν. Ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ὢν, ὅμοιός ἐστι κατὰ πάντα τῷ γεγεννηκότι. ΑΛΛΟ, ὅτι οὐκ ἐξ ἀλλοιώσεως τῆς ἀπὸ τοῦ χεί ρονος ἐπὶ τὸ ἄμεινον, ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλὰ φυσικῶς. Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, τοσοῦτον ἂν δόξειε τῆς κατὰ φύσιν ἀξίας ὑποβεβηκέναι, ὅπερ ἂν ὀφθείη κεῖσθαι μεταξὺ Θεοῦ καὶ ἀνθρώπου. Οὐ γὰρ ἦν μὲν πρότερον ἄνθρωπος, γέγονε δὲ ὕστερον ὁ Θεὸς, ἀλλὰ Θεὸς ὢν γέγονεν ἄνθρωπος· ἔχει τοίνυν οὐδὲν εἰς βελτίωσιν ἐκ τούτων ὁ τοῦ Θεοῦ Λόγος. Εἰ δὲ ὑψοῦσθαι λέγεται, καὶ ἐν τάξει χαρίσματος τὸ ὑπὲρ πᾶν ὄνομα δέχεσθαι, εἰς ἐκεῖνο δηλονότι μετὰ σαρκὸς ἐπανάγεται, εἰς ὅπερ ἦν καὶ δίχα σαρκός. Καὶ αὐτὸς δέ πού φησι· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ποία δὲ ἦν ἡ πρὸ τοῦ κόσμου δόξα τοῦ Υἱοῦ; Τὸ ἐν μορφῇ τοῦ Πατρὸς ὑπάρχειν. Οὐδὲν ἄρα ἐστὶ τὸ ἐξ ἀλλοιώσεως καὶ τροπῆς τῆς ἐπὶ τὸ ἄμεινον προστεθὲν τῷ Υἱῷ, ἀλλ' ἡ ἐν χαρίσματος τάξει νῦν αὐτῷ διδομένη δόξα καὶ ὕψωσις, λύσις ἐστὶ τῆς μετὰ σαρκὸς ἀδοξίας, τὴν