68
εἶδες βάραθρον αὐτοφυές, ἃ δὴ καὶ Χαρώνειά τισι προσα γορεύειν αὐτομάτως ἐπῆλθεν, ἀέρα φθοροποιὸν ἀναπνέ οντα. Τοιούτῳ τινὶ ἐοικὸς νόμισον καὶ τὸ Ποδανδοῦ κακόν. Τριῶν τοίνυν μοιρῶν, οἳ μὲν φεύγουσιν αὐταῖς γυναιξὶ καὶ ἑστίαις ἀπαναστάντες· οἳ δὲ ἀπάγονται ὥσπερ αἰχμάλωτοι, οἱ πλεῖστοι τῶν ἐν τῇ πόλει ἄριστοι, ἐλεεινὸν φίλοις θέαμα, ἐχθροῖς δὲ εὐχὴν ἐκπληροῦντες, εἰ δή τις γέγονεν ὅλως τοσοῦτον ἡμῖν ἐπαρασάμενος. Τριτάτη δέ που μοῖρα λέλειπται. Οὗτοι δὲ τήν τε ἀπό λειψιν τῶν συνήθων οὐ φέροντες καὶ ἅμα τῆς χρείας ἀτονώτεροι ἀπελεγχόμενοι πρὸς αὐτὸ τὸ ζῆν ἀπειρήκασι. Ταῦτά σε φανερὰ ποιῆσαι πᾶσι παρακαλοῦμεν τῇ σεαυτοῦ φωνῇ καὶ τῇ σεαυτοῦ παρρησίᾳ τῇ δικαίᾳ, ἣν ἔχεις ἀπὸ τοῦ βίου, ἐκεῖνο σαφῶς προειπόντα ὅτι, ἐὰν μὴ ταχὺ μεταβουλεύσωνται, οὐδ' ἕξουσιν εἰς οὓς τὴν φιλανθρωπίαν ἐνδείξονται. Ἢ γὰρ ἐγένου τι ὄφελος τοῖς κοινοῖς ἢ τό γε τοῦ Σόλωνος πεποιηκὼς ἔσει, ὃς ἀμύνειν αὐτοῖς τῇ ἐλευθερίᾳ οὐκ ἔχων, τῆς ἀκροπόλεως ἤδη κατεχομένης, τὰ ὅπλα ἐνδὺς πρὸ τῶν θυρῶν ἐκαθέζετο, εὔδηλος ὢν τῷ σχήματι τοῖς γινομένοις μὴ συντιθέμενος. Ἐκεῖνο δ' ἀκριβῶς οἶδα, ὅτι, καὶ εἴ τίς σου νῦν τὴν γνώμην μὴ ἀποδέχοιτο, μικρὸν ὕστερον εὐνοίας τε ὁμοῦ καὶ συνέσεως τὴν μεγίστην δόξαν προσθήσει, ὅταν ἴδῃ τὰ πράγματα κατὰ τὴν πρόρρησιν ἀπαντήσαντα.
75.τ ΑΒΟΥΡΓΙΩ
75.1 Πολλῶν ὄντων ἃ τὸ σὸν ἦθος ὑπὲρ τοὺς ἄλλους εἶναι πεποίηκεν οὐδὲν
οὕτως ἴδιόν ἐστι σὸν ὡς ἡ περὶ τὴν πατρίδα σπουδή, δικαίας αὐτῇ ἀποδιδόντος σου τὰς ἀμοιβάς, ἐξ ἧς ὁρμηθεὶς τοσοῦτος ἐγένου ὥστε διὰ πάσης τῆς οἰκουμένης γνώριμον εἶναί σου τὴν περιφάνειαν. Αὕτη τοίνυν ἡ πατρίς, ἥ σε ἐνεγκοῦσα καὶ θρεψαμένη, εἰς τὴν τῶν παλαιῶν διηγημάτων ἀπιστίαν περιελήλυθεν, καὶ οὐκ ἄν τις ἐπιστὰς ἡμῶν τῇ πόλει, οὐδὲ τῶν πάνυ συνήθων, αὐτὴν γνωρίσειεν. Οὕτως εἰς πᾶσαν ἐρημίαν ἀθρόως μετεσκεύασται, πολλῶν μὲν καὶ πρότερον αὐτῆς ἀφαιρεθέντων τῶν πολιτευομένων, νῦν δὲ σχεδὸν ἁπάντων εἰς τὴν Ποδανδὸν μετοικισθέντων. Ὧν ἀκρωτηριασθέντες οἱ λειπόμενοι καὶ αὐτοὶ εἰς πᾶσαν ἀπόγνωσιν καταπε πτώκασι, καὶ πᾶσι τοσοῦτον ἐνεποίησαν ἀθυμίας ὥστε σπανίζειν λοιπὸν καὶ τῶν οἰκητόρων τὴν πόλιν καὶ γεγε νῆσθαι τὰ τῇδε ἐρημίαν δεινήν, ἐλεεινὸν μὲν φίλοις θέαμα, πολλὴν δὲ χαρὰν καὶ εὐθυμίαν φέρον τοῖς πάλαι ἐφ εδρεύουσιν ἡμῶν τῷ πτώματι. Τίνος οὖν ἐστι χεῖρα ἡμῖν ὀρέξαι ἢ τίνος συμπαθὲς ἐφ' ἡμῖν ἀφεῖναι δάκρυον; Ἀλλ' οὐχὶ τῆς σῆς ἡμερότητος, ὃς καὶ ἀλλοτρίᾳ συμπαθοῖς πόλει τοιαῦτα καμνούσῃ, μὴ ὅτι τῇ σε παραγαγούσῃ εἰς τὸν βίον; Εἴ τις οὖν δύναμις, ταύτην νῦν ἐπὶ τῆς παρούσης χρείας ἡμῖν ἐπίδειξαι. Πάντως δὲ μεγάλην ἔχεις τὴν παρὰ τοῦ Θεοῦ ῥοπήν, ὃς ἐπ' οὐδενὸς καιροῦ καταλέλοιπέ σε καὶ πολλὰς ἔδωκέ σοι τῆς παρ' ἑαυτοῦ εὐμενείας τὰς ἀποδείξεις· μόνον ἐὰν θελήσῃς ὅλως διαναστῆναι πρὸς τὴν ἐπιμέλειαν ἡμῶν καὶ τῇ παρούσῃ σοι δυνάμει χρήσασθαι εἰς τὴν ὑπὲρ τῶν πολιτῶν βοήθειαν.
76.τ ΣΩΦΡΟΝΙΩ ΜΑΓΙΣΤΡΩ
76.1 Τὸ μὲν μέγεθος τῶν καταλαβουσῶν συμφορῶν τὴν πατρίδα ἡμῶν αὐτὸν
ἐμὲ ἠνάγκαζε, καταλαβόντα τὸ Στρατόπεδον, τῇ τε σῇ μεγαλοφυΐᾳ διηγήσασθαι τὴν κατέχουσαν ἡμῶν τὴν πόλιν κατήφειαν καὶ τοῖς λοιποῖς ὅσοι ἐπὶ μεγίστης ἐστὲ δυνάμεως τῶν πραγμάτων. Ἐπειδὴ δὲ ἥ τε τοῦ σώματος ἀρρωστία καὶ ἡ τῶν Ἐκκλησιῶν ἐπιμέλεια κατέχει με, τέως διὰ γράμματος ἀποδύρασθαι πρὸς τὴν σὴν