Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἀπὸ τῆς τοῦ δούλου μορφῆς ἀτιμίαν ἐξαφανίζουσα. Λέγεται δὲ δίδοσθαι ταῦτα παρὰ Πατρός. Θεῷ γὰρ πάντα τὰ ὑπὲρ ἀνθρωπότητα διοικεῖν οἰκειότερον, οὐκ ἔξω τῆς τούτων οἰκονομίας ὑπάρχοντος τοῦ Υἱοῦ κατὰ τὴν τῆς θεότητος ἑνότητα, εἰ καὶ ἰδιαζόντως Υἱός ἐστιν ὡς πρὸς Πατέρα. ΑΛΛΟ, εἰς τὸ αὐτό. Εἰ καθ' ὑμᾶς, ὅτε ἐταπείνωσεν ἑαυτὸν, ὑπερυψώθη, διὰ τοῦτο καὶ ἐχαρίσθη αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τουτέστι, κέκληται Θεὸς, καὶ διὰ τοῦτο ἐχρίσθη καὶ Υἱὸς ὠνομάσθη, πρὸ τῆς ταπεινώσεως ἀνάγκη λέγειν οὐκ εἶναι ταῦτα τὸν τοῦ Θεοῦ Λόγον· οὐδὲ γὰρ ἂν δέξαιτό τις ὅπερ ἔχει καὶ μὴ λαβών. Καὶ εἰ πρὸ τῶν τῆς ταπεινώσεως χρόνων εὑρίσκεται λέγων πρός τινας Θεός· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου, πολλοὶ πρὸ αὐτοῦ φαίνονται γεγονότες υἱοὶ καὶ θεοί. Πῶς οὖν ἀληθὲς ὅτι πάντα δι' αὐτοῦ ἐγένετο; Πῶς δὲ αὐτός ἐστι πρὸ πάντων πολλοὺς ἔχων πρὸ αὐτοῦ; Πῶς δὲ καὶ πρωτότοκος πάσης κτίσεως; Καὶ εἰ πρὸς μίμησιν τοῦ κατὰ φύσιν Υἱοῦ τίθενται καὶ οἱ κατὰ χάριν, πῶς οὗτοι πρὸ τοῦ κατὰ φύσιν; Καὶ εἰ τοῦ Υἱοῦ μετέχοντες υἱοποιούμεθα δι' αὐτοῦ, πῶς τὸ μετέχον πρῶτον ἕσται τοῦ μετεχομένου καὶ δι' οὗ γίνεται; Πῶς δὲ οὐ κρείττων ὁ πρῶτος τούτου τυχὼν τοῦ πολλαῖς ὕστερον γενεαῖς; Ἀλλὰ πολλὴν ἕχει ταῦτα τὴν ἀτοπίαν. Οὐκοῦν ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὁ Υἱὸς, οὐ κατὰ χάριν, οὐδὲ ἐκ προσθήκης ἔχων τὴν πρὸς τὸν Πατέρα ὁμοιότητα, ἀλλ' οὐσιωδῶς τε καὶ φυσικῶς. 75.220 ΑΛΛΟ, εἰς τὸ αὐτό. Εἰ καθάπερ τινὰ μισθὸν ἀρετῆς ἢ ταπεινώσεως ἢ ὑπακοῆς ἔχει τὸ εἶναι Υἱὸς ὁ τοῦ Θεοῦ Λόγος, κατὰ τίνα τρόπον πρὸ τῶν τῆς ταπεινώσεως χρόνων ἐπεγίνωσκόν τινες τὸν Πατέρα; λέγοντος τοῦ Υἱοῦ· Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν Υἱὸς ἀποκαλύψῃ. Μὴ ὄντος γὰρ κατ' ἐκείνους τοῦ ἀποκαλύπτοντος Υἱοῦ, πῶς ἐπιγνωσθείη παρά τινος ὁ Πατήρ, εἰ δὲ ἀεὶ Πατὴρ γνωρίζεται, ἦν ἄρα καὶ ἀεὶ ὁ ἀποκαλύπτων Υἱός. Οὐκοῦν οὐκ ἐκ μεταβολῆς τινος, οὐδὲ ἐν προσθήκης μέρει φαίνεται λαβὼν τοῦθ' ὅπερ ἐστὶν, ἀλλ' ἦν ἀεὶ τοῦτο φυσικῶς, ὅμοιος ὢν καὶ κατὰ τὸ ἀπροσδεές τε καὶ τέλειον καὶ ἄτρεπτον τῷ Πατρί. ΑΛΛΟ, σημαῖνον ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ οὐκ ἔξωθεν, καθάπερ οἱ χρι στομάχοι φασίν. Ἐπειδὴ δὲ οὐκ ἔξωθεν, ὅμοιος ἄρα. Πρότασις ὡς ἐκ τῶν αἱρετικῶν. Καὶ τί τὸ πλέον, φασὶν, ἐν Θεῷ; Πῶς δὲ οὐκ ἔσται καθ' ἡμᾶς, εἰ καὶ αὐτὸς ἐκ τῆς οὐσίας τῆς ἑαυτοῦ τίκτει τὸν Υἱὸν, ὥσπερ καὶ ἡμεῖς; Ἐπειδὴ δὲ ἄνω τῆς ἀνθρωπείας φύσεως τοσοῦτόν ἐστιν, ὅσον τῶν γενητῶν ὑπερέχει, οὐ τὰ ἡμῶν μιμήσεται· οὐδὲ ὥσπερ τις τῶν καθ' ἡμᾶς ἐκ τῆς οὐσίας τῆς ἑαυτοῦ προβαλεῖ τὸν Υἱὸν, ἀλλ' ἔξωθεν ὑποστήσει. Εἰ δὲ τοῦτο, καὶ ἀνόμοιος ἄρα. Πρὸς ταῦτα λύσις. Ἐροίμην ἂν δικαίως τοὺς χριστομάχους, εἰ παντάπασι τὴν πρὸς ἡμᾶς ὁμοίωσιν παραιτεῖται Θεὸς, καὶ κατ' οὐδένα τρόπον τὰ ἀνθρώπῳ προσήκοντα φορέσει. Εἰ μὲν γὰρ ἐροῦσι μὴ πάντη τῶν ἡμετέρων ἀποφοιτᾷν τὴν θείαν οὐσίαν, ἕωλος αὐτοῖς ἡ πρότασις εὑρεθήσεται, λύσιν ἔχουσα τὴν αὐτῶν ὁμολογίαν. Εἰ δὲ ἐπιμένουσιν ἀμαθῶς οἷς προτείνουσιν ἐνιστάμενοι, λεγέτωσαν ἡμῖν, εἰ μὴ ὁ ἄνθρωπος οὐσία ἐστί. Καὶ πάλιν ἐπειδήπερ λογικὸς ὁ ἄνθρωπος, ἔστω Θεὸς κατ' ἐκείνους ἄλογος, ἵνα παραιτῆται τὰ ἀνθρώπινα. Εἰ δὲ ἐν τούτοις ὄντων ἡμῶν, ἐν αὐτοῖς ἐστι καὶ Θεὸς, οὐ παραιτήσεται γεννᾷν ἐξ ἑαυτοῦ τὸν Υἱὸν, ἐπειδήπερ οὕτω τίκτομεν ἡμεῖς. Ἔδει γὰρ μᾶλλον ἐννοεῖν ὅτι κατὰ μίμησιν τῆς θείας φύσεως οἱ κατ' εἰκόνα γεγονότες αὐτῆς, καὶ τοῦτο μετὰ τῶν ἄλλων κεκτήμεθα. Ἐπειδὴ δὲ τέτοκεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν, καὶ οὐκ ἔξωθεν ὑπεστήσατο, ἀνάγκη δοῦναι τὸ ὅμοιον αὐτῷ. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν χριστομάχων. Ἡμεῖς, φασὶν, ὥσπερ ὕλῃ τινὶ ταῖς ἐκ τῆς σωματικῆς φύσεως χορηγίαις ἀποκεχρημένοι, τίκτομεν ἐξ ἑαυτῶν τὰ γεννήματα· κἄν τι τῶν ἔξωθεν κατασκευάζειν ἐθελήσωμεν, ὕλην λαβόντες τοῦτο ποιοῦμεν. Θεὸς δὲ παντελῶς ἀσώματος ὢν, ὕλης μέν τινος ἐξ ἑαυτοῦ χορηγίαν οὐκ ἔχει, ἵνα τέκῃ τὸν Υἱὸν, δημιουργεῖ δὲ ἐξ οὐκ ὄντων. Οὐκοῦν πάντα τὰ καθ' ἡμᾶς παραιτούμενος, οὔτε ἐξ ἑαυτοῦ προβάλλει τὸν 75.221 Υἱὸν, οὔτε ἐξ ὕλης προϋποκειμένης ἐργάζεταί τι τῶν