69
μεγαλόνοιαν ἠπείχθην, γνωρίζων ὅτι οὔτε σκάφος ἐν πελάγει πνεύμασι βιαίοις καταβαπτισθὲν οὕτως ἀθρόως ἠφανίσθη ποτέ, οὐ σεισμοῖς ἐκτριβεῖσα πόλις, οὐχ ὕδασιν ἐπικλυσθεῖσα εἰς ἀπώλειαν ἐχώρησε παντελῆ οὕτως ὡς ἡ ἡμετέρα, τῇ καινῇ ταύτῃ τῶν πραγμάτων οἰκονομίᾳ καταποθεῖσα, εἰς ἀθρόον ἦλθεν ἀφανισμόν. Καὶ μῦθος γέγονε τὰ ἡμέτερα. Οἴχεται μὲν γὰρ τὸ Πολίτευμα, πᾶν δὲ τὸ πολιτικὸν σύνταγμα, τῇ περὶ τοὺς κρατοῦντας ἀθυμίᾳ καταλιπὸν τὴν ἐν τῇ πόλει οἴκησιν, διὰ τῆς ἀγροικίας πλανᾶται. Ἐπιλέλοιπε δὲ λοιπὸν καὶ ἡ τῶν ἀναγκαίων διάθεσις, καὶ ὅλως ἀωρότατον θέαμα γεγένηται ἡ πρότερον ἀνδράσι τε λογίοις ἐπαγαλλομένη καὶ τοῖς λοιποῖς οἷς εὐθηνοῦνται πόλεις ἀνενδεῶς διάγουσα. Μίαν δὲ ἐνομίσαμεν, ὡς ἐν δεινοῖς, παραμυθίαν εἶναι τὸ ἐπιστενάξαι τοῖς πάθεσιν ἡμῶν πρὸς τὴν σὴν ἡμερότητα καὶ παρακαλέσαι, εἴ τις δύναμις, χεῖρα ὀρέξαι τῇ πόλει ἡμῶν εἰς γόνυ κλιθείσῃ. Τὸν δὲ τρόπον δι' οὗ ἂν γένοιο ἐν καιρῷ τοῖς πράγμασιν αὐτὸς μὲν εἰσηγεῖσθαι οὐκ ἔχω. Σοὶ δὲ πάντως καὶ εὑρεῖν διὰ τὴν σύνεσιν ῥᾴδιον καὶ χρήσασθαι τοῖς εὑρεθεῖσι, διὰ τὴν παρὰ Θεοῦ δεδομένην σοι δύναμιν, οὐ χαλεπόν.
77.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΠΕΡΙ ΘΗΡΑΣΙΟΥ
77.1 Ἓν καὶ τοῦτο τῆς ἀγαθῆς ἀρχῆς τοῦ μεγάλου ἀπελαύ σαμεν Θηρασίου,
τῆς σῆς λογιότητος τὴν ἐπιδημίαν συνεχῶς ἡμῖν γινομένην. Τὸ αὐτὸ δὲ τοῦτο ἐζημιώθημεν στερηθέντες τοῦ ἄρχοντος. Ἀλλ' ἐπειδὴ τὰ ἅπαξ ἡμῖν παρὰ τοῦ Θεοῦ χαρισθέντα μένει βέβαια καὶ ταῖς ψυχαῖς ἀλλήλων ἐνοικούμενα διὰ τῆς μνήμης, εἰ καὶ τοῖς σώμασι διωρίσμεθα, γράφωμεν γοῦν συνεχῶς καὶ φθεγγώμεθα πρὸς ἀλλήλους τὰ ἀναγκαῖα, καὶ μάλιστα νῦν, ὅτε ὁ χειμὼν τὴν ὀλιγοχρόνιον ταύτην ἐκεχειρίαν ἐσπείσατο. Ἐλπίζομεν δὲ μὴ ἀπολείψεσθαί σε τοῦ θαυμασιωτάτου ἀνδρὸς Θηρασίου, πρέπον εἶναι κρίναντα κοινωνεῖν τῷ ἀνδρὶ τοιούτων φροντίδων, ἤγουν μὲν οὐ καὶ μάτην πρόφασιν ἀσμενίζοντα παρέχουσάν σε ἰδεῖν τε τοὺς φίλους καὶ παρ' αὐτῶν θεα θῆναι. Πολλὰ δὲ ἔχων εἰπεῖν καὶ περὶ πολλῶν, εἰς τὴν συντυχίαν ὑπερεθέμην, οὐκ ἀσφαλὲς εἶναι ἡγούμενος ἐπιστολαῖς τὰ τοιαῦτα καταπιστεύειν.
78.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΕΛΠΙ∆ΙΟΥ
78.1 Οὐκ ἔλαθεν ἡμᾶς ἡ ἀγαθή σου σπουδὴ περὶ τὸν αἰδε σιμώτατον ἑταῖρον
ἡμῶν Ἐλπίδιον, ὅπως τῇ συνήθει σεαυτοῦ συνέσει ἔδωκας καιρὸν φιλανθρωπίας τῷ ἄρχοντι. Ταύτην οὖν τὴν χάριν νῦν σε τελειῶσαι παρακαλοῦμεν διὰ τοῦ γράμματος, καὶ ὑπομνῆσαι τὸν ἄρχοντα οἰκείῳ προστάγματι ἐπὶ τῆς πατρίδος ἡμῶν καταστῆναι τὸν ἄνδρα πᾶσαν σχεδὸν τὴν φροντίδα τῶν δημοσίων ἐξηρτημένον. Ὥστε πολλὰς ἕξεις καὶ εὐπροσώπους ὑποβάλλειν προφά σεις τῷ ἄρχοντι, ἐξ ὧν ἀναγκαίως ἐπιμένειν αὐτὸν τῇ πατρίδι ἡμῶν προστάξει. Οἷα δὲ τὰ ἐνταῦθα καὶ ὅσου ἄξιος τοῖς πράγμασιν ὁ ἀνὴρ πάντως οὐδὲν δεήσῃ παρ' ἡμῶν διδαχθῆναι, αὐτὸς τῇ ἑαυτοῦ συνέσει ἀκριβῶς ἐπιστάμενος.
79.τ ΕΥΣΤΑΘΙΩ ΕΠΙΣΚΟΠΩ ΣΕΒΑΣΤΕΙΑΣ
79.1 Καὶ πρὸ τοῦ δέχεσθαι τὰ γράμματα ᾔδειν τὸν πόνον ὃν ἔχεις ὑπὲρ πάσης
ψυχῆς, ἐξαιρέτως δὲ ὑπὲρ τῆς ἡμε τέρας ταπεινώσεως, διὰ τὸ προβεβλῆσθαι ἐν τῷ ἀγῶνι τούτῳ, καὶ δεξάμενος δὲ παρὰ τοῦ αἰδεσιμωτάτου Ἐλευ σινίου τὰ γράμματα καὶ αὐτὴν αὐτοῦ τὴν παρουσίαν θεασάμενος ἐδόξασα τὸν Θεόν, τὸν τοιοῦτον παραστάτην καὶ συνασπιστήν, διὰ τῆς πνευματικῆς βοηθείας, ἐν τοῖς ὑπὲρ εὐσεβείας