Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ὄντων· ἀλλ' ἔξωθεν τὰ πάντα πρὸς τὸ εἶναι καλεῖ σὺν Υἱῷ. Εἰ δὲ τοῦτο, καὶ ἀνόμοιος ἄρα. Πρὸς τοῦτο λύσις. Καὶ πῶς ἡμῖν, ὦ γενναῖοι, μονογενὴς ὁ Υἱὸς εὑρεθήσεται, εἰ καὶ αὐτὸς ἔξωθεν ὥσπερ τὰ πάντα ἐστί; Πῶς δὲ ὅλως Υἱὸς ὁ μὴ ἐκ τῆς οὐσίας ὑπάρχων τοῦ γεγεννηκότος; Εἰ μὲν οὖν ἐνδέχεται καὶ τὰ ἐξ οὐκ ὄντων ἤτοι ἔξωθεν γεγονότα καλεῖσθαι καὶ εἶναι κατὰ φύσιν υἱοὺς, οὐδὲν, ὡς ἔοικε, κωλύσει πάντα τὰ πεποιημένα καλεῖσθαι γεννήματα. Καὶ οὐκέτι μονογενὴς ὁ Υἱὸς, πολλοὺς ἔχων τοὺς ἀδελφοὺς κατὰ φύσιν. Εἰ δὲ οὐκ ἐνδέχεται, μόνος δέ ἐστι μονογενὴς, ἐξηλλαγμένην ἄρα πάντη τὴν ὕπαρξιν ἔχει, οὐχ ὥσπερ ἐκεῖνα πρὸς τὸ εἶναι κεκλημένος, ἀλλ' ὡς Υἱὸς ἐκ Πατρὸς προελθὼν φυσικῶς, καὶ διὰ τοῦτο ὅμοιος. ΑΛΛΟ. Εἰ πάντα ἐξ οὐκ ὄντων ἐστὶ, καὶ μετὰ πάντων ὁ Υἱὸς, διὰ ποίαν αἰτίαν ὁ μὲν φύσει Κύριος, τὰ δὲ φύσει δοῦλα; Ἢ γὰρ τὰ πάντα κυριότητι τῇ κατὰ φύσιν ἀμᾶσθαι δίκαιον τὴν αὐτὴν ἔχοντα γένεσιν τῷ Υἱῷ, ἢ καὶ αὐτὸν μετὰ πάντων ὡς δοῦλον εἶναί τε καὶ λέγεσθαι. Νῦν δὲ οὐχ ὁρῶμεν τοῦτο κηρύττουσαν τὴν θείαν Γραφήν. Ἀλλὰ Κύριον μὲν κατὰ φύσιν οἶδε τὸν Υἱὸν, δοῦλα δὲ τὰ ποιήματα, λέγουσα, ὅτι Τὰ σύμπαντα δοῦλα σά. Καὶ πάλιν, μετὰ Πατρὸς ὑμνούμενον καὶ σπουδαζόμενον αὐτῷ τὸν Υἱὸν εἰσφέρει, τὴν κτίσιν δὲ δοξολογοῦσαν. Οὐκ ἄρα τοῖς πᾶσιν ἴσος ἐστὶν, οὐδὲ ἔξωθεν, ὥσπερ ἐκεῖνα, ἀλλ' ὁ μὲν Υἱὸς κατὰ φύσιν, τὰ δὲ δοῦλα καὶ ποιήματα. Οὕτω δὲ ἔχοντα τὸν Υἱὸν, τί τὸ κωλύον ὅμοιον εἶναι τῷ Πατρί; ΑΛΛΟ. Ἀγνοοῦσιν, ὡς ἔοικεν, αἱ λογισμοῖς ἀσυνέτοις ἐπερειδόμενοι, καὶ ψόφῳ διακένων ῥημάτων ἢ ταῖς ἀκριβείαις τῶν θεωρημάτων ἐπικομπάζοντες, ὅτι τὸ ὄντως ὂν καὶ κατ' οὐσίαν τίκτειν δυνάμενον, τὸ θεῖόν ἐστιν. Αὐτὸ γὰρ δὴ περὶ ἑαυτοῦ φησιν· Ἐγώ εἰμι ὁ ὢν, ὡς τῶν ἄλλων ἁπάντων, οὐκ ὄντων μὲν πρὶν γενέσθαι, βουλήσει δὲ θείᾳ πρὸς τὸ εἶναι παρενεχθέντων. Οὐκοῦν τὸ ὄντως ὂν, ᾧ καὶ τὸ εἶναι κυριώτατον ὄνομα, αὐτὸ δὴ καὶ μόνον κατ' οὐσίαν γεννήσει. Τὰ γὰρ ἄλλα ποιήματα, ἄνθρωποι τυχὸν, βουλήσει μᾶλλον Θεοῦ πρὸς τὸ δύνασθαι τίκτειν ἐκλήθησαν, ἢ κατ' ἰδίαν οὐσίαν τοῦτο ποιοῦσι. Θεῖος γάρ τις ἀναγκάζει νόμος τίκτειν καὶ τὸ μὴ τίκτειν πεφυκός. Ἐπειδὴ γὰρ οὕτως ἠθέλησεν ὁ ∆ημιουργὸς, οὕτω καὶ γέγονεν. Εἰ γὰρ κατ' οὐσίαν ἰδίως τε καὶ κυρίως ἔχει τὸ τίκτειν τὰ ποιήματα, διατί μὴ πάντα δύναται τίκτειν; Ἐπειδὴ δὲ τίκτει τινὰ, δηλονότι τὰ κεκελευσμένα, πρόδηλον δήπουθεν ὡς οὐ κατὰ φύσιν τοσοῦτον τοῖς ποιήμασιν 75.224 ἐνυπάρχειν τὸ γεννᾷν, ὅσον ἐκ τοῦ κελεύοντος καὶ ἀναγκάζοντος νόμου, ὃν ἑκάστῳ τῶν ὄντων ἐπέθηκεν ὁ ∆ημιουργός. Οὐκοῦν τὸ κυρίως τίκτον ἐξ ἑαυτοῦ, τὸ Θεῖόν ἐστιν· ἡμεῖς δὲ κατὰ μίμησιν τὴν ἐκείνου. Εἶτα πῶς οὐκ ἄτοπον τὸ μὲν κατὰ μίμησιν τίκτειν ἐξ ἑαυτοῦ, τὸ δὲ ἀρχέτυπον πρὸς ὃ καὶ μεμόρφωται, μὴ ἐξ ἑαυτοῦ μᾶλλον, ἀλλ' ἔξωθεν ἔχειν τὸ γεννᾷν; Φανερᾶς τοιγαροῦν ἐντεῦθεν τῆς ἀληθείας γεγενημένης, οὐδὲν τὸν Πατέρα κωλύσει γεννᾷν τὸν Υἱὸν ἐξ ἑαυτοῦ. Εἰ δὲ τοῦτο, καὶ ὅμοιος ἔσται κατὰ πάντα αὐτῷ, τῆς τοῦ Πατρὸς ἰδιότητος φυσικῶς τρεχούσης ἐπὶ τὸν Υἱόν. ΑΛΛΟ, περὶ ὁμοιότητος τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Εἰ οὐδεὶς, φασὶν, ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν, φαίνεται δὲ καὶ τὸ οἰκεῖον πρόσωπον τῆς κατὰ φύσιν ἀγαθότητος ἔξω τιθεὶς, Τί γάρ με φὴς ἀγαθόν; πρὸς τὸν Γραμματέα λέγει, κατὰ τίνα τρόπον ὅμοιος ἔσται τῷ κατὰ φύσιν ἀγαθῷ Πατρὶ ὁ μὴ τοιοῦτος Υἱός; Πρὸς ταῦτα λύσις. Ἀνόμοιον εἶναί φασιν οἱ χριστόμαχοι τὸν Υἱὸν τῷ Πατρὶ, τὸν ἐπηρτημένον τῷ λόγῳ κίνδυνον μηδόλως θεωροῦντες, ἢ θεωροῦντες μὲν, ἐν δὲ τοῖς οὕτω μεγάλοις πράγμασι παίζοντες μᾶλλον ἢ τῆς ἀληθείας ὄντες ἐξετασταί. Εἰ γὰρ ἀνόμοιος, κατ' ἐκείνους, ἐστὶν ὁ Υἱὸς τῷ Πατρὶ, λεγέτωσαν ἡμῖν τίνα ποτὲ ἐροῦσι τὸν ἀγαθὸν κατὰ φύσιν· τὸν Πατέρα ἢ τὸν Υἱόν; Εἰ μὲν οὖν τῷ Πατρὶ τὴν ἐπὶ τούτῳ ψῆφον ἀπονέμουσιν, ἀνάγκη πᾶσα μὴ εἶναι ἀγαθὸν τὸν τῷ Πατρὶ μὴ προσεοικότα. Εἰ δὲ τοῦτο μὲν παραιτήσονται λέγειν, μεταθήσουσι δὲ ἐπὶ τὸν Υἱὸν τὸ οὐσιωδῶς ἀγαθὸν, ἐξ ἀνάγκης πάλιν συνελαθήσονται πρὸς τὸ χρῆναι λέγειν οὐκ εἶναι τὸν Πατέρα ἀγαθὸν, εἴ γε τῆς πρὸς