70
ἀγῶσι χαρισάμενον ἡμῖν. Γινωσκέτω δὲ ἡ ἀνυπέρβλητός σου θεοσέβεια μέχρι νῦν προσβολὰς μέν τινας παρὰ τῶν μεγάλων ἀρχόντων ἡμῖν γεγενῆσθαι, καὶ ταύτας σφοδράς, τοῦ τε ἐπάρχου καὶ τοῦ περὶ τὸν κοιτῶνα διαλεχθέντων ἰδιοπαθῶς καὶ ὑπὲρ τῶν ἐναντίων· τέως δὲ ἀτρέπτως ἡμᾶς πᾶσαν προσβολὴν ὑπομεῖναι τῷ ἐλέει τοῦ Θεοῦ, τῷ χαριζομένῳ ἡμῖν τὴν συνεργίαν τοῦ Πνεύματος καὶ ἐνδυναμώσαντι ἡμῶν δι' αὐτοῦ τὴν ἀσθένειαν.
80.τ ΑΘΑΝΑΣΙΩ ΕΠΙΣΚΟΠΩ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ
80.1 Ὅσον τῶν Ἐκκλησιῶν τὰ ἀρρωστήματα ἐπὶ τὸ μεῖζον πρόεισι, τοσοῦτον
πάντες ἐπὶ τὴν σὴν ἐπιστρεφόμεθα τελειότητα, μίαν ἑαυτοῖς ὑπολείπεσθαι τῶν δεινῶν παρα μυθίαν τὴν σὴν προστασίαν πεπιστευκότες, ὅς, καὶ τῇ δυνάμει τῶν προσευχῶν καὶ τῷ εἰδέναι τὰ βέλτιστα τοῖς πράγμασιν ὑποτίθεσθαι, διασώσασθαι ἡμᾶς ἐκ τοῦ φοβεροῦ τούτου χειμῶνος παρὰ πάντων ὁμοίως τῶν καὶ κατὰ μικρὸν ἢ ἀκοῇ ἢ πείρᾳ γνωριζόντων τὴν τελειότητά σου πιστεύῃ. ∆ιὸ μὴ ἀνῇς καὶ προσευχόμενος ὑπὲρ τῶν ψυχῶν ἡμῶν καὶ διεγείρων τοῖς γράμμασιν· ὧν εἰ ᾔδεις ὁπόσον ἐστὶ τὸ ὠφέλιμον, οὐκ ἄν ποτε παραπεσοῦσάν σοι γραμμάτων ἀφορμὴν πρὸς ἡμᾶς ὑπερέβης. Εἰ δὲ καταξιωθείημεν, τῇ συνεργίᾳ τῶν προσευχῶν σου, ἰδεῖν σε καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ ἀγαθῶν καὶ προσθεῖναι τῇ ἱστορίᾳ τοῦ ἡμετέρου βίου τὴν συντυχίαν τῆς μεγάλης σου ὄντως καὶ ἀποστο λικῆς ψυχῆς, πάντως ἂν ἑαυτοῖς ἐλογισάμεθα ὧν ἐθλίβημεν ἐν πάσῃ τῇ ζωῇ ἡμῶν ἀντίρροπον παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐσχηκέναι παραμυθίαν.
81.τ ΙΝΝΟΚΕΝΤΙΩ ΕΠΙΣΚΟΠΩ
81.1 Ὅσον εὐθύμησα δεξάμενος γράμματα τῆς ἀγάπης σου, τοσοῦτον
ἐλυπήθην ὅτι βάρος ἐπέθηκας ἡμῖν φροντίδος τῆς ὑπερβαινούσης ἡμᾶς. Πῶς γὰρ δυνηθῶμεν ἀπὸ τοσού του διαστήματος τοσαύτης ἡμεῖς οἰκονομίας περιγενέσθαι; Ἕως μὲν γὰρ ὑμᾶς ἔχει ἡ Ἐκκλησία, ὡς ἰδίοις στηρίγμασιν ἐπαναπαύεται. Ἐὰν δέ τι περὶ τῆς ὑμετέρας ζωῆς ὁ Κύριος οἰκονομήσῃ, τίνας δύναμαι ὁμοτίμους ἐντεῦθεν ὑμῖν εἰς τὴν ἐπιμέλειαν τῶν αὐτοῦ ἀδελφῶν ἐκπέμπειν; Ὅπερ σὺ ἐπεζήτησας διὰ τῶν γραμμάτων, καλῶς ποιῶν καὶ ἐμφρόνως βουλόμενος ζῶν ἰδεῖν τὸν μετὰ σὲ μέλλοντα κυβερνᾶν τὸ ἐκλεκτὸν ποίμνιον τοῦ Κυρίου· ὃ καὶ ὁ μακά ριος Μωσῆς καὶ ἐπεθύμησε καὶ εἶδεν. Ἐπεὶ οὖν καὶ ὁ τόπος μέγας καὶ περιβόητος καὶ τὸ σὸν ἔργον παρὰ πολλοῖς ὀνομαστὸν καὶ οἱ καιροὶ χαλεποί, μεγάλου χρείαν ἔχοντες κυβερνήτου, διὰ τὰς συνεχεῖς ζάλας καὶ τοὺς ἐπανιστα μένους κλύδωνας τῇ Ἐκκλησίᾳ, οὐκ ἐνόμισα ἀσφαλὲς εἶναι τῇ ἐμῇ ψυχῇ ἀφωσιωμένως τῷ πράγματι χρήσασθαι, μάλιστα μεμνημένος ὧν ἔγραψας, ὅτι μέλλεις ἐπὶ τοῦ Κυρίου ἀντικαθίστασθαί μοι, δικαζόμενος πρός με ὑπὲρ τῆς ἀμελείας τῶν Ἐκκλησιῶν. Ἵνα οὖν μὴ εἰσέλθω εἰς κρίσιν μετὰ σοῦ, ἀλλὰ μᾶλλον κοινωνόν σε ἕξω τῆς ἀπο λογίας μου, τῆς ἐπὶ τοῦ Χριστοῦ, περιβλεψάμενος ἐν τῷ συνεδρίῳ τῷ κατὰ τὴν πόλιν, ἐξελεξάμην τὸ τιμιώτατον σκεῦος, τὸν ἔκγονον τοῦ μακαρίου Ἑρμογένους, τοῦ τὴν μεγάλην καὶ ἄρρηκτον πίστιν γράψαντος ἐν τῇ μεγάλῃ συνόδῳ, πρεσβύτερον τῆς Ἐκκλησίας ἐκ πολλῶν ἤδη ἐτῶν, εὐσταθῆ τὸν τρόπον, ἔμπειρον κανόνων, ἀκριβῆ τὴν πίστιν, ἐν ἐγκρατείᾳ καὶ ἀσκήσει μέχρι νῦν διάγοντα, εἰ καὶ ὅτι τὸ εὔτονον αὐτοῦ τῆς σκληραγωγίας λοιπὸν κατεδαπάνησε τὴν σάρκα, πτωχὸν καὶ μηδένα πορισμὸν ἔχοντα ἐν τῷ κόσμῳ τούτῳ, ὡς μηδὲ ἄρτου εὐπορεῖν αὐτόν, ἀλλὰ διὰ τῶν χειρῶν ἐκπλέκειν τὸν βίον μετὰ τῶν ἀδελφῶν τῶν συνόν των αὐτῷ. Τοῦτον ἐμοὶ