οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
καὶ ἕκαστος θυμιατήριον αὑτοῦ εἶχεν ἐν τῇ χειρὶ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινεν." Ἀκούεις, ὅπως οἱ μὲν ᾤοντο δύνασθαι λαθεῖν τῆς αὐτῷ πρεπούσης τιμῆς τὸν Θεὸν παραιτούμενοι, καὶ τοῖς δαιμονίοις ἀντιπροσάγοντες, ἐξεκάλυπτε δὲ πάντα τῷ προφήτῃ Θεός; Μετὰ γὰρ τὸ δεῖξαι τὰ τολμήματα, πάλιν οὕτως φησίν· "Υἱὲ ἀνθρώπου, ἑώρακας ἃ οἱ πρεσβύτεροι τοῦ οἴκου Ἰσραὴλ ποιοῦ 77.600 σιν ὧδε, ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι αὐτοῦ τῷ κρυπτῷ; ∆ιότι εἶπαν· Ἐγκαταλέλοιπεν ὁ Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ Κύριος." Ἕκαστος γὰρ τῶν ὑβρί ζειν οὐ παραιτουμένων αὐτὸν, διὰ τοῦ προσκεῖσθαι τοῖς δαίμοσιν, οὐδὲ ὅτι τῶν καθ' ἡμᾶς ἐπόπτης ἐστὶν ὁμολογεῖ· "Εἶπε γὰρ ἄφρων ἐν καρδίᾳ αὑτοῦ· Οὐκ ἔστι Θεός·" ἢ καὶ ὡς ἑτέρωθί πού φησιν ὁ Ψαλμ ωδός· "Εἶπαν· Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ." Ἀλλ' εὐθὺς αὐτοὺς διεγέλα,λέγων· "Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; καὶ ὁ πλάσας ὀφθαλμοὺς, οὐχὶ κατανοεῖ;" Εἴη γὰρ ἂν τῶν ἀτοπωτάτων, καὶ ληρίας τῆς ἐσχάτης οὐκ ἀμοιρήσειν ἐρῶ, τὸ μὴ δύνασθαί τι νομίζειν, ἤγουν ἐφορᾷν ἢ ἀκοῦσαι τὸν Θεὸν, ὅς γε καὶ ἡμῖν αὐτοῖς, μᾶλλον δὲ τοῖς ἄλλοις ἅπασι τὴν διὰ τῶν αἰσθήσεων ἐνεφύτευσε γνῶσιν. Ἐπεὶ τοίνυν τὰ τῶν ὑβριστῶν τολμήματα, καὶ τὰ ἐν τῷ κοιτῶνι τῶν κρυπτῶν πε πραγμένα φανερὰ τῷ προφήτῃ καθίστησι Θεὸς, ἔδειξεν εὐθὺς καὶ τὴν ἕψεσθαι μέλλουσαν αὐτοῖς ἀδιάψευστον κόλασιν. Λέγει γὰρ οὕτω πάλιν· "Καὶ ἀνέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, λέγων· Ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως· καὶ ἕκαστος εἶχε τὰ σκεύη τῆς ἐξολοθρεύσεως ἐν χειρὶ αὑτοῦ· καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἐκ τῆς ὁδοῦ τῆς πύλης τῆς πρὸς Βορᾶν βλεπούσης, καὶ ἑκάστου πέλυξ ἐν τῇ χειρὶ αὑτοῦ, καὶ εἷς ἀνὴρ ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρει καὶ ζώνῃ σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ. Καὶ εἶπεν ἀκούον τός μου· Πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν· καὶ μὴ ἐλεήσητε πρεσβύτερον, καὶ νεανίσκον, καὶ παρ θένον, καὶ νήπια, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξ άλειψιν· ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε." Ἀκούεις ὅπως ἄκρατόν τινα καὶ ἀπηνῆ, καὶ τοῖς λεληθότως δυσσεβεῖν ἑλομένοις ἐπιψηφίζεται κόλασιν; Ἐπαθρεῖ γὰρ τὴν ἑκάστου καρδίαν καὶ πε ριεργάζεται Θεός· καὶ ὁλόῤῥιζον μὲν ἀπολύει τὸν ὑβριστὴν, καὶ τοῖς τῆς διψυχίας ἐγκλήμασιν ἔνοχον· κατασφραγίζει δὲ τῇ ἄνωθεν χάριτι τὸν ὁλοτρόπως αὐτῷ προσκείμενον, καὶ μόνον αὐτὸν εἰδότα Θεόν. Ἀλλὰ τούτων μὲν ἅλις εἰς τὸ παρόν. Τὸ δὲ ὅπως ἡμᾶς ἀκόλουθον ἀνακεῖσθαι Θεῷ, φέρε δὴ μετὰ τοῦτο λέγωμεν. ϛʹ. Φημὶ τοιγαροῦν ἐγκατεῖρχθαι δεῖν ταῖς ἡμετέ ραις ψυχαῖς, πρὸ μὲν τῶν ἄλλων ἁπάντων, εἰλικρινῆ τὴν πίστιν, ἀληθῆ καὶ κατ' οὐδὲν διαπίπτουσαν τὴν περὶ Θεοῦ τοῦ μόνου καὶ κατὰ φύσιν διάληψιν. Χειρ αγωγήσει δὲ πρὸς ταύτην ὁ σοφώτατος Παῦλος, ἄριστα λέγων ὡδί· "Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, 77.601 εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ 77.601 διὰ πάντων, καὶ ἐν πᾶσι." Βασιλεύει γὰρ καὶ κατ άρχει τῶν ὅλων, καὶ διοικεῖ, διὰ παντὸς τὰ πάντα ζωογονῶν καὶ πρὸς τὸ εἶναι συνέχων ὁ Θεὸς καὶ Πα τὴρ, δι' Υἱοῦ ἐν Πνεύματι, οὐχ ὡς δι' ὀργάνου τυχὸν παραληφθέντος εἰς ὑπουργίαν· σύνεδρον γὰρ ἕχει καὶ σύνθρονον αὐτῷ τὸν ἐξ αὐτοῦ γεννηθέντα Θεὸν Λόγον, καὶ συμβασιλεῦον αὐτῷ τὸ ἴδιον Πνεῦμα. Ἐπειδὴ δὲ δύναμις καὶ σοφία τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, τὰ πάντα ἐνεργῶν ἐν Πνεύματι, ὡς δυνάμεως καὶ σοφίας τῆς ἑαυτοῦ, τὰ πάντα πρὸς τὸ εἶναι συνέχει, καὶ κατάρ χει τῶν ὅλων ὁ Θεὸς καὶ Πατήρ. Προϋποκειμένης τοιγαροῦν ἐν ἡμῖν, καὶ ἐν κρηπίδος τάξει προκατα βληθείσης ἐν ταῖς ἡμετέραις καρδίαις τῆς ἀλοιδορή του καὶ ἀνυπαιτίου πίστεως, τότε δὴ, τότε,