71
βουλητόν ἐστιν ἀποστεῖλαι. Εἰ οὖν καὶ αὐτὸς τοιούτου χρῄζεις ἀνδρός, ἀλλὰ μὴ αὐτὸ τοῦτο νεωτέρου τινὸς ἐπιτηδείου πρὸς τὸ πέμπεσθαι καὶ τὰς βιωτικὰς ἐξανύειν χρείας, ταχύ μοι διὰ πρώτης ἀφορμῆς ἐπιστεῖλαι καταξίωσον, ἵνα πέμψω σοι τοῦτον τὸν ἄνδρα, ἐκλεκτὸν ὄντα τοῦ Θεοῦ καὶ τῷ πράγματι ἐπιτήδειον, αἰδέσιμον τοῖς ἐντυγχάνουσι καὶ ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. Ὃν ἠδυνάμην καὶ εὐθὺς ἐκπέμ ψαι, ἀλλ' ἐπειδὴ αὐτὸς προλαβὼν ἐπεζήτησας ἄνθρωπον τὰ μὲν ἄλλα καλὸν καὶ ἀγαπητὸν ἡμῖν, τοῦ δὲ προειρημένου ἀνδρὸς παραπολὺ ἀποδέοντα, ἠβουλήθην φανερὰν καταστῆσαί σοι τὴν ἐμαυτοῦ γνώμην, ἵν', εἰ χρῄζεις ἀνδρὸς τοιούτου, ἢ ἐκπέμψῃς τινὰ τῶν ἀδελφῶν τὸν συμπαραληψόμενον αὐτὸν περὶ τὰς νηστείας ἢ ἐπιστείλῃς ἡμῖν, ἐὰν μηδένα ἔχῃς τὸν δυνάμενον τῆς μέχρις ἡμῶν ὁδοιπορίας τὸν κάματον ὑποστῆναι.
82.τ ΑΘΑΝΑΣΙΩ ΕΠΙΣΚΟΠΩ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ
82.1 Ὅταν μὲν πρὸς τὰ πράγματα βλέψωμεν καὶ τὰς δυσκο λίας κατίδωμεν
ὑφ' ὧν πᾶσα ἀγαθοῦ ἐνέργεια οἷον ὑπό τινος δεσμοῦ ἐμποδιζομένη κατέχεται, εἰς ἀπόγνωσιν ἑαυτῶν ἐρχόμεθα παντελῆ· ὅταν δὲ πάλιν πρὸς τὴν σὴν ἀπίδωμεν σεμνοπρέπειαν καὶ λογισώμεθα ὅτι σὲ ἰατρὸν τῶν ἐν ταῖς Ἐκκλησίαις ἀρρωστημάτων ὁ Κύριος ἡμῶν ἐταμιεύσατο, ἀναλαμβάνομεν ἑαυτῶν τοὺς λογισμοὺς καὶ ἐκ τοῦ κατὰ τὴν ἀπόγνωσιν πτώματος τῇ ἐλπίδι τῶν χρηστοτέρων διανιστάμεθα. Λέλυται πᾶσα Ἐκκλησία, ὡς οὐδὲ ἡ σὴ φρόνησις ἀγνοεῖ. Καὶ ὁρᾷς πάντως τὰ ἑκαστα χοῦ, οἷον ἀφ' ὑψηλῆς τινος σκοπιᾶς τῆς τοῦ νοῦ θεωρίας, ὅπως, καθάπερ ἐν πελάγει πολλῶν ὁμοῦ συμπλεόντων, ὑπὸ τῆς βίας τοῦ κλύδωνος πάντες ἀλλήλοις προσρήγνυνται καὶ γίνεται τὸ ναυάγιον, πῆ μὲν ἐκ τῆς ἔξωθεν αἰτίας βιαίως κινούσης τὴν θάλατταν, πῆ δὲ ἐκ τῆς τῶν ἐμ πλεόντων ταραχῆς ἀντιβαινόντων ἀλλήλοις καὶ διωθου μένων ... Ἀρκεῖ ἐπὶ τῆς εἰκόνος ἐᾶσαι τὸν λόγον, οὔτε τῆς σῆς σοφίας ἐπιζητούσης τι πλέον οὔτε τῆς καταστάσεως ἐπιτρεπούσης ἡμῖν τὴν παρρησίαν. Καὶ πρὸς ταῦτα τίς ἱκανὸς κυβερνήτης; Τίς ἀξιόπιστος διαναστῆσαι τὸν Κύριον ἐπιτιμῆσαι τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ; Τίς ἕτερος ἢ ὁ ἐκ παιδὸς τοῖς ὑπὲρ τῆς εὐσεβείας ἐναθλήσας ἀγῶσιν; Ἐπεὶ οὖν ὥρμηται νῦν γνησίως πᾶν τὸ περὶ ἡμᾶς ὑγιαῖνον κατὰ τὴν πίστιν εἰς τὴν πρὸς τοὺς ὁμοδόξους κοινωνίαν καὶ ἕνωσιν, θαρροῦντες ἤλθομεν εἰς τὴν παράκλησίν σου τῆς ἀνεξικακίας ἐπιστεῖλαι πᾶσιν ἡμῖν ἐπιστολὴν μίαν παραίνεσιν ἔχουσαν τῶν πρακτέων. Οὕτω γὰρ βούλονται παρὰ σοῦ τὴν ἀρχὴν ὑπάρξαι αὐτοῖς τῶν κοινωνικῶν διαλέξεων. Ἐπειδὴ δὲ ἴσως ὕποπτοι καταφαίνονταί σοι τῇ μνήμῃ τῶν παρελθόντων, ἐκεῖνο ποίησον, θεοφιλέστατε Πάτερ· ἐμοὶ τὰς πρὸς τοὺς ἐπισκόπους ἐπιστολὰς διάπεμψαι, ἢ διά τινος τῶν αὐτόθεν πιστῶν ἢ καὶ διὰ τοῦ ἀδελφοῦ ∆ωροθέου τοῦ συνδιακόνου ἡμῶν, ἃς ὑποδεξά μενος οὐ πρότερον δώσω μὴ λαβὼν τὰς παρ' αὐτῶν ἀπο κρίσεις· ἐὰν δὲ μή, «Ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.» Πάντως δὲ οὐ πλείονος ἄξιον φόβου τοῦτο τῷ ἐξ ἀρχῆς εἰπόντι πρὸς τὸν πατέρα ἢ ἐμοὶ νῦν πρὸς σὲ τὸν πνευματικὸν πατέρα λέγοντι. Εἰ δὲ τοῦτο παντὶ τρόπῳ ἀπηγόρευται παρὰ σοί, ἀλλ' ἡμᾶς γε τῆς ἐπὶ τῇ διακονίᾳ αἰτίας ἄφες, ἀδόλως καὶ ἀκατασκεύως, ἐπιθυμίᾳ τῆς εἰρήνης καὶ τῆς πρὸς ἀλλήλους ἡμῶν συναφείας τῶν ὁμονοούντων εἰς τὰ πρὸς Κύριον, ἐπὶ τὴν πρεσβείαν ταύτην καὶ μεσιτείαν ἀφικομένους.
83.τ ΚΗΝΣΙΤΟΡΙ