οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἕξιν, οὕτω τε κολλᾶσθαι τῷ πριαμένῳ Χριστῷ· χρεωστοῦμεν γὰρ αὐτῷ τὴν οἰ κείαν ζωήν. Καὶ τούτου μάρτυς ὁ Παῦλος, λέγων· "Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι." Ἐννοήσωμεν γὰρ ὅτι δριμεῖαν τὴν πρὸς ἡμᾶς ἔχων ἀγάπησιν, καίτοι Θεὸς ὣν ὁ Λό γος, καὶ ὅλην ὑπὸ πόδας ἔχων τὴν κτίσιν, αἰσθητήν τε καὶ νοητὴν, ἴσος τε ὑπάρχων κατὰ πάντα τῷ ἰδίῳ γεννήτορι, "καὶ φῶς μὲν οἰκῶν ἀπρόσιτον" σὺν αὐτῷ, εὐκλείας τε καὶ δόξης τῶν ἁπασῶν ἀνωτάτω νικήσας ὑπερβολὴν, "τεταπείνωκεν ἑαυτὸν δι' ἡμᾶς, μορφὴν δούλου λαβὼν," ἐν ὁμοιώματι τῷ καθ' ἡμᾶς γενό μενος, ἵνα πάντας ἐξέληται θανάτου καὶ φθορᾶς, "προσηλώσας τῷ ἰδίῳ σταυρῷ τὸ καθ' ἡμῶν χειρό γραφον, καὶ θριαμβεύσας ἐν αὐτῷ," κατὰ τὸ γε γραμμένον, "ἀρχάς τε καὶ ἐξουσίας, καὶ τοὺς κοσμο κράτορας τοῦ σκότους τούτου·" ἵνα πάσης μὲν ἀνομίας ἐμφράξῃ τὸ στόμα, καθαροὺς δὲ ἡμᾶς ἀποδείξας διὰ τῆς πίστεως, καὶ εἰς τὴν τῆς υἱοθεσίας ἀνακομίσῃ τιμήν. Ὑπέμεινε γὰρ τὸν σταυρὸν, καὶ τὸν τῆς σαρκὸς θάνατον, ἐμπαροινησάντων αὐτῷ τῶν ἀνοσίων Ἰου δαίων. Ἀλλ' οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ 77.605 τοῦ θανάτου, κατὰ τὸ γεγραμμένον. Ζωὴ γὰρ ὢν κατὰ φύσιν, ἀνέστη τριήμερος, σκυλεύσας τὸν ᾅδην, ἀναπετάσας τοῖς κάτω τὰς ἀεὶ κεκλεισμένας πύλας, εἰρηκώς τε "τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν σκότει· Ἀνακαλύφθητε," κατὰ τὴν τοῦ προφήτου φωνήν. Κηρύξας τοίνυν καὶ τοῖς ἐν φυλακῇ πνεύμασι τὸν τῆς πίστεως λόγον, ἀνέστη τριήμερος, ὀφθείς τε τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ βαπτίζειν αὐτοῖς ἐπιτά ξας "πάντα τὰ ἔθνη, εἰς ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος," ἀνέβη πάλιν εἰς οὐρανοὺς, ἡμᾶς εἰς αὐτοὺς ἀνακομίζων δι' ἑαυτοῦ, ὅθεν αὐτὸν εἰσαῦθις ἐλεύσεσθαι προσδοκῶμεν κριτὴν ἐν τῇ δόξῃ τοῦ Πατρὸς, μετὰ τῶν ἁγίων ἀγγέλων. Ὡς οὖν μέλλοντες λόγον ἀποδοῦναι τῆς οἰκείας ζωῆς, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Τότε γὰρ καθαρῶς νηστεύσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ ἑβδόμης καὶ εἰ κάδος τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτη ριώδους Πάσχα ἀπὸ δευτέρας τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ ἑβδόμῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ Σαββάτου, ὡς τὸ εὐαγγελι κὸν διαλαλεῖ κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπι φωσκούσῃ Κυριακῇ, τῇ ὀγδόῃ τοῦ αὐτοῦ μηνὸς, συν άπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ βασιλείαν οὐρανῶν κληρο νομήσομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ καὶ δι' οὗ τῷ ἀνάρχῳ Πατρὶ σὺν τῷ συναϊδίῳ Πνεύματι δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Ιʹ.
αʹ. Ἄρα δὴ πάλιν ἡμᾶς ταῖς τῶν ἁγίων ἕπεσθαι δεῖν οἰομένους φωναῖς· καὶ
τῆς παρ' ἐκείνοις συν ηθείας, κατ' ἴχνος ὥσπερ ἰέναι σπουδάζοντας, ὡς ἀδελφοῖς τε ἅμα καὶ τέκνοις μονονουχὶ καὶ χεῖρα προτεῖναι φιλάλληλον, τὸ σεμνὸν δὴ τοῦτο λέγοντας πρόσρημα· "Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πα τρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ," ὃς καὶ εἰσαῦθις ἡμῖν τὸν τριπόθητόν τε ὁμοῦ καὶ εὐκταιότατον του τονὶ τῆς ἁγίας ἑορτῆς ἀνέδειξε καιρὸν, ὃν αὐτὸς ὁ μέγας καὶ περιφανὴς τῶν ἁγίων προφητῶν προαν εφώνει χορὸς, διὰ τῆς τοῦ ἁγίου Πνεύματος μυστ αγωγίας φωταγωγούμενος, καὶ τὰ ἐφ' ἡμῖν ἐσόμενα διὰ Χριστοῦ προπαιδευόμενος. Τοιγάρτοι καὶ μέλος ἡμῖν τὸ θεῖον πνευματικῆς ὥσπερ ἀνεκρούετο λύρας ὁ θεσπέσιος ∆αβὶδ, ὁ