Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
θεωροῦντες ἀνεγράφησαν, εἰ μηδὲ τῷ Υἱῷ τοῦτο ὑπάρχει, καθ' ὑμᾶς; Ἢ πῶς οὐκ ἀληθεύσει, λέγων· Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα; Καὶ πάλιν· Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι; Ὁ τοίνυν μὴ μόνον εἰδὼς, ἀλλὰ καὶ ἀποκαλύπτειν ἑτέροις τὸν Πατέρα δυνάμενος, πῶς αὐτὸν οὐχ ὁρᾷ; Πῶς δὲ οὐκ οἶδεν ὁ ἐξ ὧν ἐστιν αὐτὸς εἰδὼς τὸν Πατέρα, καὶ λέγων πρὸς αὐτόν· Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά; Ὥσπερ οὖν, εἴπερ ἦν ἀθεώρητος αὐτῷ, καθ' ὑμᾶς, ὁ Πατὴρ, οὐκ ἂν ἦν αὐτῷ κατ' οὐσίαν ὅμοιος, οὔτως ἐπειδήπερ ὁρᾷ καὶ γινώσκει τὸν Πατέρα, ἔσται πάντως αὐτῷ κατὰ πάντα προσεοικὼς, καὶ διαψεύσεται πάλιν τῆς παρ' ὑμῶν συκοφαντίας ὁ λόγος. Ἀνθυποφορὰ ὡς ἐκ τῶν αἱρετικῶν. Κατὰ τοῦτο, φασὶ, μόνον ὅμοιον εἶναι δώσομεν τὸν 75.232 Υἱὸν τῷ Πατρὶ, καθὸ πλουσίως αὐτοῦ μετεσχηκὼς, πεποίηται τρόπον τινὰ καὶ μεμόρφωται πρὸς αὐτόν. Ὥσπερ οὖν καὶ ἡμεῖς, κατὰ τὸ ἐφικτὸν ἀνθρώποις, κοινωνοὶ τῆς θείας γενόμενοι φύσεως, καθὼς γέγραπται, τὴν εἰκόνα τοῦ ἐπουρανίου λαμβάνομεν, καὶ πρὸς τοὺς θείους ὥσπερ χαρακτῆρας μορφούμεθα. Πρὸς ταῦτα λύσις. Καὶ τίς ἂν, εἰπέ μοι, τῶν τὰς θείας ἀνεγνωκότων Γραφὰς, τῆς τοσαύτης ὑμῶν φλυαρίας ἀνάσχοιτο; Οἱ μὲν γὰρ θεῖοι κηρύττουσι λόγοι πρόσφατον οὐκ εἶναι Θεὸν ἐν ἡμῖν, ὑμεῖς δὲ τοῖς ἀπὸ τοῦ Πνεύματος λαλουμένοις ῥιψοκινδύνως ἀντιτείνοντες, πρόσφατον ἡμῖν, καὶ ἵν' οὕτως εἴπωμεν, ἀρτιγενῆ Θεὸν εἰσφέροντες τὸν Υἱὸν οὐκ αἰσχύνεσθε. Τὸ γὰρ ἐκ μετοχῆς καὶ μεταλήψεως τῆς περὶ τὸ θεῖον ὡς πρὸς αὐτὸν πεποιημένον τε καὶ μεμορφωμένον, ἐπίκτητον ἔχει καὶ προσγεγονὸς τοῦθ' ὅπερ ἂν αὐτῷ διὰ τῆς μετοχῆς ἐνυπάρξαι. Τὸ δέ τι προσειληφὸς, ἀνάγκη συνομολογεῖν, ἐκ τοῦ μὴ οὕτως ἔχοντος ἐξ ἀρχῆς, εἰς ἕτερόν τι μεταχωρεῖν. Τοῦτο δέ ἐστι συμβεβηκός. Καὶ πῶς οὐ ῥᾴδιον ἀποβαλεῖν, ὅπερ ἄν τις προσλάβοι; Τὸ γὰρ ὅλως δοτὸν, καὶ ἀφαιρετόν· καὶ τὸ ἐπίκτητον, ἔσται δηλαδὴ καὶ ἀπόβλητον. Ἢ τοίνυν λεγέτωσαν δύνασθαι μεταπίπτειν τὸν Υἱὸν ἔκ τε τοῦ εἶναι Θεὸν, καὶ Κύριον, καὶ Υἱόν· ἢ εἰ τοῦτο ἀποναρκήσουσιν εἰπεῖν, συγχωρήσουσι δὲ μᾶλλον ἐν ἀδιαπτώτῳ μακαριότητι τοῦ Υἱοῦ τὴν οὐσίαν ἑστάναι, παραιτείσθωσαν καὶ τὸ ἐκ μετοχῆς τῆς πρὸς τὸν Πατέρα μεμορφῶσθαι νομίζειν αὐτόν· φυσικὴν δὲ μᾶλλον καὶ οὐσιώδη τὴν ὁμοίωσιν ἀποσωζέτωσαν τῷ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθόντι Λόγῳ. ΑΛΛΟ. Τὰ ἐκ μετοχῆς τοῦ ἁγιάζειν πεφυκότος Θεοῦ πρὸς ἁγιασμὸν κεκλημένα, σώζει μὲν διὰ νήψεως ἐν ἑαυτοῖς τὸ δοθὲν, ἕτερον δὲ μεταδοῦναι τῆς ἐντεθείσης αὐτοῖς ἁγιότητος, οὐ δύναται. Οὐδεὶς γὰρ ἀνθρώπων ἐκ μετοχῆς τὸ Πνεῦμα λαβὼν, ἑτέρῳ τοῦτο χορηγήσει πώποτε, ἐπεὶ καὶ αὐτὸς κεκόμισται παρὰ Θεοῦ· μόνῃ δὲ ἁρμόσει τῇ τῆς ἁγιότητος πηγῇ, χορηγεῖν ἐξ ἑαυτῆς οἷς ἂν βούληται τὸν ἁγιασμόν. Καὶ γοῦν οἱ κατ' οὐρανὸν ὄντες ἄγγελοι, ἅγιοι μέν εἰσιν ἐκ μετοχῆς καὶ μεταλήψεως τῆς τοῦ ἁγίου Θεοῦ· ἁγιότητα δὲ δεδωκότες ἀνθρώποις οὐ φανοῦνται πώποτε. Ὁμοίως καὶ ὁ μακάριος Μωσῆς προβληθέντων ἑβδομήκοντα πρεσβυτέρων διὰ τὰς ἀπαραιτήτους χρείας τῆς συναγωγῆς, οὐκ αὐτὸς ἐδίδου τὸ Πνεῦμα, ἀλλὰ Θεὸς ἀφῃρεῖτο, καθὰ γέγραπται, ἀπὸ τοῦ ὄντος ἐν αὐτῷ, καὶ ἐνετίθει τοῖς προκεχειρισμένοις. Οὐκοῦν τοῖς ἐκ μετοχῆς ἁγίοις, φορεῖν μὲν ἔξεστι τὴν δοθεῖσαν ἀπὸ Θεοῦ χάριν· διδόναι δὲ ἑτέροις, οὐδαμῶς. Ὁ δὲ Υἱὸς, οὐχ οὕτως· ὡς γὰρ ἁγιότητος ὑπάρχων πηγὴ τοὺς μαθητὰς ἁγιάζει, λέγων· Λάβετε Πνεῦμα ἅγιον. Τοῦτο δὲ ποιῶν καὶ ὁ Πατὴρ φαίνεται· ὁ δὲ τὴν ἴσην ἔχων τῷ Πατρὶ κατὰ τὴν τοῦ ἁγιάζειν 75.233 ἐξουσίαν τε καὶ δύναμιν, πῶς οὐκ ἀληθινὴν ἔχει τὴν πρὸς αὐτὸν ὁμοιότητα;
ΛΟΓΟΣ Ι∆ʹ.