1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

73

πρεσβύτην διὰ τοῦ ἐκγόνου πάλιν ἐξ ἀρχῆς παράγεις εἰς τὰ δημόσια; Ἀλλὰ νῦν ἱκετεύομεν ἀμφοτέρων σε λαβεῖν τῶν ἡλικιῶν οἶκτον καὶ ἀμφοτέρους ἀνεῖναι διὰ τὰ προσόντα ἑκατέρῳ ἐλεεινά. Ὃ μὲν γὰρ οὐκ εἶδε γονέας οὐδ' ἐγνώρισεν, ἀλλὰ δι' ἀλλοτρίων χειρῶν εἰς τὸν βίον τοῦτον εἰσῆλθεν, εὐθὺς ἐκ σπαργάνων ἀμφοτέρων ὀρφανισθείς. Ὃ δὲ τοσοῦτον ἐταμιεύθη τῷ βίῳ ὡς μηδὲν αὐτὸν εἶδος συμφορᾶς παρελ θεῖν. Ἐπεῖδε μὲν γὰρ υἱοῦ τελευτὴν ἄωρον, εἶδε δὲ οἶκον ἔρημον διαδόχων, ὄψεται δὲ νῦν, ἐὰν μή τι αὐτὸς ἄξιον τῆς σεαυτοῦ φιλανθρωπίας διανοηθῇς, τὴν παραμυθίαν τῆς ἀπαιδίας ταύτην ἀφορμὴν αὐτῷ μυρίων γενησομένην κακῶν. Οὐ γὰρ δή που τὸ παιδίον εἰς βουλευτὰς συντελέσει ἢ ἐκλέξει τὰς εἰσφορὰς ἢ στρατιώταις χορηγήσει τὸ σιτηρέσιον, ἀλλ' ἀνάγκη πάλιν τοῦ ἀθλίου γέροντος τὴν πολιὰν καταισχύνεσθαι. ∆ὸς οὖν χάριν καὶ τοῖς νόμοις ἀκόλουθον καὶ τῇ φύσει συμβαίνουσαν, τῷ μὲν προστάξας μέχρι τῆς τῶν ἀνδρῶν ἡλικίας συγχωρηθῆναι, τὸν δὲ ἐπὶ τῆς κλίνης ἀναμένειν τὸν θάνατον· πραγμάτων δὲ συν έχειαν καὶ τὸ τῆς ἀνάγκης ἀπαραίτητον ἄλλοι προβαλλέσ θωσαν. Οὐ γὰρ δὴ τοῦ σοῦ τρόπου ἢ κακῶς πράττοντας περιιδεῖν ἢ νόμων ὀλιγωρῆσαι ἢ φίλοις μὴ εἶξαι καθικε τεύουσι, κἂν τὰ ἐξ ἀνθρώπων σε περιεστήκει πράγματα.

85.τ ΠΕΡΙ ΤΟΥ ΜΗ ∆ΕΙΝ ΟΡΚΟΥΝ

85.1 Οὐ παυόμεθα κατὰ πᾶσαν σύνοδον διαμαρτυρόμενοι καὶ ἰδίᾳ ἐν ταῖς συντυχίαις περὶ τῶν αὐτῶν διαλεγόμενοι ὥστε τοὺς ὅρκους ἐπὶ τοῖς δημοσίοις τελέσμασι μὴ ἐπάγεσ θαι παρὰ τῶν ἀπαιτητῶν τοῖς ἀγροίκοις. Λειπόμενον ἦν καὶ διὰ τοῦ γράμματος περὶ τῶν αὐτῶν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων διαμαρτύρασθαι ὅτι προσήκει παύσασθαι ἡμᾶς τὸν θάνατον ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐπάγοντας, καὶ ἄλλους ἐπινοῆσαί τινας τρόπους τῶν ἀπαιτήσεων, τὰς δὲ ψυχὰς συγχωρῆσαι τοῖς ἀνθρώποις ἀτρώτους ἔχειν. Ταῦτα πρὸς σὲ γράφομεν, οὐχ ὡς σοῦ δεομένου τῆς ἐκ τῶν λόγων παρακλήσεως (οἴκοθεν γὰρ ἔχεις τὰς περὶ τὸ φοβεῖσθαι τὸν Κύριον ἀφορμάς), ἀλλ' ἵνα διὰ σοῦ πάντες οἱ ἀνεχόμενοί σου διδαχθῶσι μὴ παροργίζειν τὸν Ἅγιον μηδὲ ἀπηγορευμένον πρᾶγμα τῇ πονηρᾷ συνηθείᾳ εἰς ἀδιαφορίαν κατάγειν. Καὶ γὰρ οὔτε ὄφελός τι αὐτοῖς πρὸς τὰς ἀπαιτήσεις ἐκ τῶν ὅρκων ἐστὶ καὶ ὁμολογούμενον κακὸν τῇ ψυχῇ προσλαμβάνουσιν. Ἐπειδὰν γὰρ καταμε λετήσωσι τὰς ἐπιορκίας οἱ ἄνθρωποι, οὐκέτι ἑαυτοὺς ἐπείγουσι πρὸς τὴν ἔκτισιν, ἀλλὰ ἀπάτης ὅπλον καὶ ἀναβολῆς ἀφορμὴν ἐξευρῆσθαι αὐτοῖς τὸν ὅρκον οἴονται. Εἴτε οὖν ὀξεῖαν ἐπάγει τὴν ἀνταπόδοσιν τοῖς ἐπιωρκη κόσιν ὁ Κύριος, οὐχ ἕξουσι τοὺς ὑπακούοντας, τῶν ὑπευ θύνων ὑπὸ τῆς τιμωρίας ἀναλωθέντων· εἴτε διὰ μακρο θυμίας ἀνέχεται ὁ ∆εσπότης, ὃ προλαβὼν εἶπον, ὅτι οἱ πεπειραμένοι τῆς ἀνοχῆς τοῦ Κυρίου καταφρονοῦσιν αὐτοῦ τῆς χρηστότητος, μὴ ἀνομείτωσαν διακενῆς μηδὲ παροξυνέτωσαν ἐφ' ἑαυτοὺς τὸν Θεόν. Εἴρηται ἡμῖν τὰ ἡμῖν ἐπιβάλλοντα, ὄψονται οἱ ἀπειθοῦντες.

86.τ ΤΩ ΗΓΕΜΟΝΙ

86.1 Οἶδα μεγίστην καὶ πρώτην σπουδὴν οὖσαν τῇ τιμιότητί σου πάντα

τρόπον χαρίζεσθαι τῷ δικαίῳ, δευτέραν δὲ τὸ καὶ τοὺς φίλους εὐποιεῖν καὶ τῶν προσφευγόντων τῇ προ στασίᾳ τῆς σῆς μεγαλονοίας ἀντιποιεῖσθαι. Πάντα τοίνυν εἰς ταὐτὸν συνέδραμεν ἐπὶ τῆς παρούσης ὑποθέσεως. Καὶ γὰρ δίκαιόν ἐστι τὸ πρᾶγμα ὑπὲρ οὗ τὴν πρεσβείαν ποιού μεθα καὶ ἡμῖν κεχαρισμένον, οὓς ἐν τοῖς φίλοις ἀριθμεῖν τοῖς σεαυτοῦ κατηξίωσας, καὶ ὀφειλόμενον τοῖς τὴν στερ ρότητά σου εἰς τὴν ὑπὲρ ὧν πεπόνθασι βοήθειαν ἐπικα λουμένοις. Σῖτον γάρ, ὃν μόνον εἶχε πρὸς