Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Ἔτι περὶ ὁμοιότητος, προκειμένου ῥητοῦ· Ὥσπερ γὰρ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.Τὸ δὲ συναγόμενον ἐκ τῶν συλλογισμῶν, ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατὴρ, καὶ διὰ τοῦτο ὅμοιος. Πρότασις ὡς ἐκ τῶν Ἀρειανῶν. Καὶ πῶς ἂν δύναιτο, φασὶ, κατ' οὐσίαν ὅμοιος εἶναι τῷ Πατρὶ ὁ Υἱός; Ἢ πῶς οὐκ ἔσται μετ' αὐτὸν ὁ ἐξ αὐτοῦ δεχόμενός τι, καθά φησιν αὐτός· Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ; Πρὸς τοῦτο λύσις. Οὐδὲν, ὦ βέλτιστοι, τὴν οὐσίαν ἀδικήσει τοῦ Λόγου, τὸ δέχεσθαί τι παρὰ τοῦ Πατρός. Οὐ γὰρ ἐν τῷ δέχεσθαι τὸ εἶναι ἔχει, ἀλλὰ ὢν καὶ ὑπάρχων πρότερον, δέχεταί τι. Καὶ καθὸ ἐκ Πατρὸς φυσικῶς γεγεννημένος, ἐπάγεται πάντα τὰ ἴδια τοῦ Πατρός. Ὥσπερ ἂν εἰ καὶ τὸ φῶς ἐξ ἡλίου προελθὸν, δέχεσθαί τι λέγοιτο παρ' αὐτοῦ, ἐπειδήπερ πᾶν ὅπερ ἐστὶν ἐν αὐτῷ, τοῦτο φαίνεται τοῦ τεκόντος ἡλίου, καὶ οὐ δή που τὸν ἥλιον πρὸ τοῦ ἀπαυγάσματος εἶναι καταναγκάσει, τὸ τὴν ἐξ αὐτοῦ προϊοῦσαν ἔκλαμψιν ἀμερίστως ὥσπερ ἐξ αὐτοῦ προελθοῦσαν, τὰ αὐτῷ προσόντα φορεῖν φυσικῶς. Οὐκοῦν οὐ τὸ λαβεῖν τι παρὰ τοῦ Πατρὸς ἀναγκάσει πάντως δεύτερον εἶναι τῷ χρόνῳ τὸν Υἱόν. Τῷ γὰρ ὄντι καὶ ὑφεστῶτι δώσει τι, οὐ τῷ μὴ ὄντι καὶ μή πω γενομένῳ. ΑΛΛΟ. Εἰ ἐν τῷ δέχεσθαί τι τὸ εἶναι τοῖς οὖσιν ὁριούμεθα, καὶ ἀρκεῖ τοῦτο πρὸς δήλωσιν οὐσίας κατά τινος κατηγορούμενον, τί κωλύει καὶ δυσφημοῦντας εἰπεῖν, τότε τοῦ εἶναι τὴν ἀρχὴν ἔχειν τὸν Πατέρα, ὅτε δέχεσθαί τι λέγεται παρ' ἡμῶν; Ἔξεστι γὰρ ἐπακροᾶσθαι τοῦ Ψαλμῳδοῦ λέγοντος· ∆ότε δόξαν τῷ Θεῷ. Εἰ τοίνυν οὐκ ἐν τῷ δέχεσθαι παρ' ἡμᾶς τὴν δόξαν ἔχει τὸ εἶναι ὁ Πατὴρ (ὢν γὰρ καὶ ὑπάρχων ὡς παρ' οἰκετῶν τὴν δοξολογίαν κομίζεται), οὐκ ἔσται τοῦτο τοῦ Υἱοῦ τὸ εἶναι, ἐν τῷ λαβεῖν τι παρὰ τοῦ Πατρός. Ὢν γὰρ καὶ ὑπάρχων ἀνάρχως καὶ ἀϊδίως ἐξ αὐτοῦ προελθὼν, λαμβάνειν λέγεται τἂ προσόντα αὐτῷ φυσικῶς· ὥσπερ ἂν εἰ καὶ ἐξ ἀνθρώπου προελθὼν υἱὸς, πάντα φαίνοιτο φορῶν τὰ τοῦ γεγεννηκότος, μετὰ πάντων τῶν αὐτοῦ, ἐξ αὐτοῦ καὶ τὸ εἶναι ἔχων. Ὑπερκείσθω δὲ πάλιν ἡ θεία καὶ ἄῤῥητος γέννησις, τὴν τοῦ παροισθέντος ἡμῖν ὑποδείγματος δύναμιν, καὶ νοείσθω τὸ πρᾶγμα θεοπρεπῶς. Ἀντίθεσις ὡς ἐκ τῶν χριστομάχων. Ὅτι μὲν, φασὶ, τοῖς οὖσιν ἤδη καὶ ὑφεστηκόσιν, 75.236 οὐ τοῖς μὴ οὖσι δέχεσθαί τι πρεπωδέστερον, συνθησόμεθα καὶ αὐτοί. Ἀλλ' ἐκεῖνο νῦν ἀναγκαῖον εἰπεῖν, ὅτι τὸ δεχόμενόν τι παρά τινος, ὡς οὐκ ἔχον λαμβάνει. Εἰ τοίνυν ἔχει μὲν ὁ Πατὴρ τὸ εἶναι ζωὴ κατ' οὐσίαν, δίδωσι δὲ τοῦτο τῷ Υἱῷ ὡς οὐκ ἔχοντι δηλαδὴ, πῶς οὖν ἔσται κατ' οὐσίαν ὅμοιος αὐτῷ παρ' αὐτοῦ δεχόμενος ὅπερ αὐτὸς οὐκ ἔχει; Πρὸς τοῦτο λύσις. Ἐξεταστέον ἀκριβῶς, ὦ βέλτιστοι, τοῦ προτεθέντος ῥητοῦ τὴν διάνοιαν, καὶ τότε τοῦ λόγου τὴν δύναμιν ὀψόμεθα. Ἀντακούσεσθε γὰρ παρ' ἡμῶν, εἰ οὕτως ἔχει τὴν ζωὴν ὁ Υἱὸς ὥσπερ καὶ ὁ Πατὴρ, τουτέστιν, ἐν ἑαυτῷ, δι' οὗ τὸ οὐσιωδῶς σημαίνεται, τί κωλύσει τὰ ὁμοίως ἔχοντα, τῆς αὐτῆς εἶναι καὶ οὐσίας; Εἰ γὰρ ὁ Πατὴρ ἔχει τὴν ζωὴν ἐν ἑαυτῷ, ἔχει δὲ πάλιν αὐτὴν ὁ Υἱὸς ἐν ἑαυτῷ, οὐκ ἐν προσθήκης μέρει, καθάπερ ὑμεῖς φατε, ἔσται καὶ τῷ Πατρὶ κατ' οὐσίαν ἴσος, ὁ ὡσαύτως ἔχων τὴν ζωὴν ἐκείνῳ, καὶ οὐχ ἑτέρως. ΑΛΛΟ. Εἰ μὴ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, πῶς ἐπαληθεύσει λέγων· Ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον; Καὶ πάλιν· Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς ἀκούει φωνῆς.-Κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον. Καὶ πάλιν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα. Ἔδει γὰρ λέγειν· Ὁ πιστεύων εἰς ἐμὲ λήψεται παρ' ἐμοῦ ζωὴν, ἣν δέδωκέ μοι ὁ Πατήρ. Καὶ πάλιν· Τὸν εἰς ἐμὲ πιστεύοντα οὐ συγχωρήσει ὁ Πατὴρ γεύσασθαι θανάτου. Εἰ δὲ τοῦτο μὲν εἰρηκὼς οὐ φαίνεται, ὡς δὲ φύσει προσοῦσαν ἑαυτῷ τὴν ζωὴν, καὶ ὡς οὐσιωδῶς ὑπάρχουσαν ἐν ἑαυτῷ, δώσειν τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπαγγέλλεται, πῶς ἐνδέχεται νοεῖν οὐκ ἔχοντα τὸν Υἱὸν εἰληφέναι ταύτην παρὰ τοῦ Πατρός; Καὶ γὰρ ἂν εἴη πάσης ἐπέκεινα δυσφημίας τοῦτό γε. Ἀλλ', ὥσπερ ἤδη προείρηται, προελθὼν ἐκ Πατρὸς, πάντα τὰ αὐτοῦ κατὰ φύσιν ἐπάγεται, καὶ ὡς