74
τὴν ἀναγκαίαν τοῦ βίου διαγωγὴν ὁ ποθεινότατος ἀδελφὸς ∆ωρόθεος, διήρπασάν τινες ἐν Βηρίσοις τῶν τὰ δημόσια διοικεῖν πεπιστευμένων, εἴτε ἀφ' ἑαυτῶν ἐλθόντες ἐπὶ τὴν βίαν εἴτε καὶ ἑτέρων αὐτοῖς ὑποθεμένων. Πλὴν οὐδαμόθεν αὐτοῖς τὸ πρᾶγμα ἀνέγκλητον. Τί γὰρ ἧττον ἀδικεῖ ὁ οἴκοθεν πονη ρὸς ἢ ὁ ἑτέρων κακίᾳ ὑπηρετούμενος; Καὶ τοῖς πεπονθόσιν ἡ ζημία ὁμοία. Τοῦτον ἀξιοῦμεν δι' ὧν ἀφῃρέθη μὲν ἀπο λαβεῖν καὶ μὴ ἐξεῖναι αὐτοῖς ἐπὶ ἑτέρους τὴν αἰτίαν τῶν τετολμημένων ἀναφέρειν. Ὅσου δὲ ἄξιον τὸ τὴν ἐκ τῆς σιτοδείας διαφυγεῖν ἀνάγκην, τοσούτου τὴν χάριν τιμησό μεθα τὴν παρὰ τῆς σῆς μεγαλοφυΐας, ἐὰν ἄρα δοῦναι καταξιώσῃς.
87.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΤΩΝ ΑΥΤΩΝ
87.1 Ἐθαύμασα πῶς σοῦ μεσιτεύοντος τοσοῦτον ἐτολμήθη κακὸν κατὰ τοῦ
συμπρεσβυτέρου ὥστε ἣν μόνην εἶχεν ἀφορμὴν τοῦ βίου, ταύτην διαρπασθῆναι. Καὶ τὸ δεινό τατον, ὅτι οἱ τοῦτο τετολμηκότες ἐπὶ σὲ τὴν αἰτίαν ὧν πεποιήκασιν ἀναφέρουσιν, ὃν οὐχ ὅπως ἐπιτρέπειν τὰ τοιαῦτα γίνεσθαι, ἀλλὰ καὶ παντὶ σθένει διακωλύειν ἀκό λουθον ἦν, μάλιστα μὲν κατὰ πάντων, εἰ δ' ἄρα, κατὰ γοῦν τῶν πρεσβυτέρων, καὶ τούτων ὅσοι ἡμῖν ὁμόψυχοι καὶ τὴν αὐτὴν τῆς εὐσεβείας ὁδὸν πορευόμενοι. Εἴ τι οὖν φροντί ζεις τοῦ ἀναπαῦσαι ἡμᾶς, ταχέως διορθωθῆναι τὰ γενό μενα ποίησον. ∆ύνασαι γὰρ σὺν Θεῷ καὶ ταῦτα καὶ ἔτι μείζω τούτων κατορθοῦν οἷς ἂν ἐθέλῃς. Ἐπέστειλα δὲ καὶ τῷ ἄρχοντι τῆς πατρίδος, ἵνα, ἐὰν ἀφ' ἑαυτῶν μὴ θελήσωσι ποιῆσαι τὰ δίκαια, ἐκ τῆς κινήσεως τῶν δικα στηρίων ἀναγκασθῶσι ποιῆσαι.
88.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΠΑΙΤΗΤΗ ΧΡΗΜΑΤΩΝ
88.1 Τὴν δυσκολίαν τῆς συγκομιδῆς τοῦ πραγματευτικοῦ χρυσίου πάντων
μάλιστα ἡ σὴ τιμιότης κατέμαθε, καὶ τῆς πενίας ἡμῶν οὐδένα μάρτυρα τοιοῦτον ἔχομεν οἷον σέ, ὃς ἐκ τῆς μεγάλης φιλανθρωπίας καὶ συνέπαθες ἡμῖν καὶ συμπεριηνέχθης μέχρι τοῦ παρόντος τὰ δυνατά, οὐδαμοῦ τὸ πρᾶον τῆς ἑαυτοῦ τῶν τρόπων καταστάσεως ἐκ τῆς τῶν ἄνωθεν ἐπικειμένων ταραχῆς παρακινήσας. Ἐπεὶ οὖν ὑπο λείπεται ἡμῖν ἐκ τοῦ παντὸς σταθμοῦ ὀλίγον ἔτι χρυσίον καὶ τοῦτο ἀνάγκη ἐκ τοῦ ἐράνου, εἰς ὃν προετρεψάμεθα πᾶσαν τὴν πόλιν, συγκομισθῆναι, παρακαλοῦμέν σου τὴν ἡμερότητα μικρόν τι ἐκτεῖναι ἡμῖν τὴν προθεσμίαν, πρὸς τὸ καὶ τοὺς ἔξω τῆς πόλεως ὑπομνησθῆναι. Ἐν ἀγροῖς γάρ ἐστι τὸ πολὺ τῶν ἐν τέλει, ὡς οὐδὲ αὐτὸς ἀγνοεῖς. Ἐὰν μὲν οὖν ᾖ δυνατὸν παρὰ τοσάσδε λίτρας ἐκπεμφθῆναι, τοσοῦτον γὰρ ἡμῖν ὑπολέλειπται, τοῦτο γενέσθαι παρακα λοῦμέν σε, κἀκεῖνο ἐπαποσταλήσεται ὕστερον· ἐὰν δὲ πᾶσα ᾖ ἀνάγκη ἀθρόον αὐτὸ παραπεμφθῆναι τοῖς θησαυροῖς, ὅπερ ἐξ ἀρχῆς ἠξιώσαμεν, πλατυτέραν ἡμῖν γενέσθαι τὴν προθεσμίαν.
89.τ ΜΕΛΕΤΙΩ ΕΠΙΣΚΟΠΩ
89.1 Ὁ ἀγαθὸς Θεός, παρασχόμενος ἡμῖν προφάσεις προ σηγοριῶν πρὸς τὴν
σὴν τιμιότητα, τὸ σφοδρὸν τοῦ πόθου παραμυθεῖται. Μάρτυς γὰρ αὐτὸς τῆς ἐπιθυμίας ἡμῶν ἣν ἔχομεν εἰς τὸ θεάσασθαί σου τὸ πρόσωπον καὶ ἀπολαῦσαι τῆς ἀγαθῆς σου καὶ ψυχωφελοῦς διδασκαλίας. Καὶ νῦν δὲ διὰ τοῦ εὐλαβεστάτου καὶ σπουδαιοτάτου ἀδελφοῦ ∆ωρο θέου, τοῦ συνδιακόνου ἐρχομένου, παρακαλοῦμέν σε προ ηγουμένως προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα μὴ πρόσκομμα ὦμεν τῷ λαῷ μηδὲ