οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
μου, καὶ ὁ Κύριός μου εἰς τὴν δίκην μου." Ὅτι τε πάλιν τῆς μὲν τοῦ διαβόλου τυραννί δος κατεδίκασεν ὁ Σωτὴρ, ἐλευθέρους δὲ ἡμᾶς ἀπο φήνας, ἑαυτῷ κατεκτήσατο, πῶς οὐκ ἂν γένοιτο παντὶ τὸ σαφὲς, βοῶντο ἐν εὐαγγελλικοῖς συγ γράμμασι· "Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος τούτου· νῦν ὁ ἄρχων τοῦ αἰῶνος τούτου ἐκβληθήσεται ἔξω, κἀγὼ ὅταν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν;" Ὁ λέγων ἀρτίως, οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀφῖχθαι πρὸς ἡμᾶς, ἤτοι ἀπεστάλθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα κρίνῃ τὸν κόσμον, νῦν ἔφη κρίσιν εἶναι τοῦ κόσμου; Πρόδηλον οὖν ἄρα, καὶ οὐδαμόθεν ἀμφίλογον, ὅτι δεδικαίωκεν ἡμᾶς, κατεψηφίσατο δὲ τὴν ἀπώλειαν τοῦ μιαιφόνου θηρός. Ἐκβέβληται γὰρ ἔξω, τουτέστιν, εἰς ἀχρειότητα παντελῆ, καὶ τῆς κατὰ τῶν ἀδικησάντων ἀρχῆς. Σταυρωθεὶς γὰρ ὑπὲρ πάν των καὶ διὰ πάντας ὁ Ἐμμανουὴλ, αἵματι τῷ ἰδίῳ τὴν ἁπάντων ζωὴν ἐξεπρίατο, καὶ συνῆψε δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὸ τῆς ἀρχαίας οἰκειότητος ἀπο σκιρτῆσαν γένος. "Μεσίτης γάρ ἐστι Θεοῦ καὶ ἀν θρώπου," κατὰ τὸ γεγραμμένον, ἀῤῥήτῳ τινὶ συν όδῳ κεράσας τὸ νοούμενον, ἐν ταὐτῷ δὲ ὑπάρχων ἄν θρωπος τε καὶ Θεός· διά τε τοῦτο τῆς μὲν τοῦ τεκόν τος οὐσίας φυσικῶς ἐξημμένος, ἡμῶν δὲ ὡς ἄνθρω πος. Οὐ γὰρ ἦν ἑτέρως δύνασθαι διασωθῆναί ποτε τὸ φθείρεσθαι πεφυκὸς, καὶ εἰς πεπηγμένην ἔφεσιν ἀρετῆς ἀναβῆναι τὸ σεσαλευμένον, εἰ μὴ καταβέβηκεν εἰς κοι νωνίαν τὴν πρὸς αὐτὸ τὸ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀπαύγασμα, τουτέστιν ὁ Υἱὸς ἁπάσης τε φθο ρᾶς ἀμείνων ὑπάρχων καὶ τροπῆς, μᾶλλον δὲ ἄβατον ἔχων παντελῶς τοῖς τοιούτοις τὴν φύσιν. Ἐπ' οὖν τούτοις ἅπασι τὰ τῆς ἡμετέρας ἑορτῆς συνθήματα· καὶ "χαίρουσι μὲν οὐρανοὶ, ἀγαλλιᾶται δὲ τὰ πε δία," κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Συγχαίρει γὰρ τοῖς ἐπὶ γῆς τὰ οὐράνια τάγματα. Καὶ γοῦν εὑρήσομεν λέγοντας τοὺς ἁγίους ἀγγέλους, ὅτε Χριστὸς ἐγεννήθη· "∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία." Χριστὸς γάρ ἐστι "πάντων ἡ εἰρήνη," κατὰ τὰς Γραφὰς, ἐθελούσιον ὑπὲρ ἡμῶν ὑπομείνας κένωσιν. ∆ι' ἡμᾶς δὲ γεγονὼς ἐν τοῖς καθ' ἡμᾶς, καὶ ἡμετέρας φύσεως οὐκ ἀτιμάσας τὸ μέτρον· οὐδὲ τῆς τοῦ δούλου μορφῆς ἐρυθριά σας τὴν πτωχείαν, ἵνα καὶ ἡμεῖς διά τε τῆς πίστεως τῆς εἰς αὐτὸν, καὶ τοῦ ἁγίου βαπτίσματος, ἐν μεθ έξει γεγονότες τοῦ Πνεύματος, εἰς τὴν αὐτοῦ πολιτείαν καὶ ζωὴν ἀναμορφούμενοι, τὴν τοῦ ποιήσαντος ἡμᾶς ἀπαστράπτωμεν εἰκόνα. Ὅτι γὰρ ἡμᾶς ἡ ἀληθής τε καὶ ἀκαπήλευτος πίστις ἀναπλάττει τρόπον τινὰ, πρὸς Θεὸν, καὶ τῆς θείας φύσεως ταῖς ἡμετέραις ψυχαῖς διὰ τῆς ἐν Χριστῷ πολιτείας ὁ χαρακτὴρ ἐν σημαίνεται, μαθήσῃ, τοῦ Παύλου λέγοντος τοῖς εἰς νομικὴν παλινδρομήσασιν ἐντολὴν, μετὰ τὸ θεῖόν τε καὶ οὐράνιον βάπτισμα· "Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν." Μορ φοῦται γὰρ Χριστὸς ἐν ὑμῖν οὐχ ἑτέρως, εἰ μὴ διὰ πίστεως ἀνεγκλήτου, καὶ πολιτείας εὐαγγελικῆς· "Οὐ γὰρ ἐν παλαιότητι γράμματος, ἀλλ' ἐν καινό τητι πνεύματος" περιπατεῖν ἀναγκαῖον τοὺς, οἵ γε βαδίζειν ἰέντας πρὸς Θεόν. Ὅπερ ἂν, οἶμαι, καὶ ἐφ' ἡμῶν αὐτῶν ἐνεργηθείη καλῶς, ὅταν ἐφέσει τῇ εἰς ἅπαν ὁτιοῦν ἀγαθὸν, τὸν οἰκεῖον ὥσπερ νευρώ σαντες νοῦν ὡς ἁπάσης ἁγνείας ἡμῖν ἐσομένην μη τέρα, τὴν εὐαγεστάτην ταύτην νηστείαν παραδεξώ μεθα ὀλιγοσιτίαις μὲν σωφρόνως ἀρκούμενοι, καὶ ἀκαρυκεύτου περιεργίας ἐλευθέραν τῶν ἐδωδίμων τηροῦντες τὴν μέθεξιν, ἵνα καὶ τὸν τῆς διανοίας ἀπο λεπτύνωμεν ὀφθαλμόν. Πλὴν εὖ μάλα πρὸς τούτῳ κἀκεῖνο γινώσκοντες, ὡς οὐκ ἀπόχρη πρὸς ἁγιασμὸν ταῖς ἡμετέραις ψυχαῖς ὁ τῆς σαρκὸς πόνος, οὐδ' ἂν ἐξαρκέσαι τισὶ πρὸς ἐπίδειξιν ἀρετῆς τῆς ἀσιτίας τὸ χρῆμα· μὴ οὐχὶ τῆς ἐν ἔργοις ἁγνείας, καὶ τῆς τοῦ βίου σεμνότητος συμπαρεζευγμένον τρόπον τινὰ, καὶ τῷ τῆς νηστείας συνθεουσῶν καυχήματι. Χρῆναι γὰρ οἶμαι, μᾶλλον δὲ εἶναί φημι τῶν ἀναγκαιοτάτων τὸ τελείως τε καὶ ὁλοτρόπως τῇ εἰς Χριστὸν ἀνακεῖσθαι λατρείᾳ· καὶ μὴ ἑτέρωσέ ποι παρεκκλίνοντας ἀμα θῶς, τῆς εὐθείας ἐξοίχεσθαι, καὶ τρίβον ἀφέντας τὴν εὐστιβῆ δι' ἧσπερ ἄν τις ἴοι πρὸς Θεὸν, τὴν