Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
εἰληφὼς, κατὰ τοῦτο νοεῖται, καὶ ἀπαύγασμα καὶ εἰκὼν ὑπάρχων αὐτοῦ. Ἓν δὲ τῶν προσόντων τῶ Πατρὶ καὶ ἡ ζωή. ΑΛΛΟ. Εἰ μὴ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλὰ ζωῆς μέτοχος, καθάπερ οἱ χριστομάχοι φασὶν, ἕτερόν τί ἐστι κατ' οὐσίαν αὐτὸς παρὰ τὸ μετεχόμενον ὑπ' αὐτοῦ. Πῶς οὖν ἡμῖν αὐτὸς εἰς μέσον ἔρχεται λέγων· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα; Ἔδει γὰρ οὕτως εἰπεῖν, εἴπερ οὐκ ἦν κατὰ φύσιν αὐτὸς ἡ ζωή· Ἐν ἐμοὶ ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Καὶ, Ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τοῦ ἐν ἐμοὶ, ζήσεται εἰς τὸν αἰῶνα. Νυνὶ δὲ λέγων τὸ, Ἐγώ εἰμι, ἑαυτὸν ὁρίζει, καὶ οὐχ ἕν τι τῶν προσγεγονότων ἤτοι προσόντων αὐτῷ Εἰ τοίνυν αὐ 75.237 τός ἐστιν ὁ ἄρτος ὁ τοὺς μετέχοντας ἀπαθανατίζειν δυνάμενος, οὐκ ἔξωθεν οὐδὲ ἐπίκτητον ἔχει τὸ ζωοποιεῖν, ἀλλ' ὢν κατὰ φύσιν ζωὴ, τοὺς μετέχοντας αὐτοῦ ζωοποιήσειν ἀληθῶς ἐπαγγέλλεται. ΑΛΛΟ. Εἰ μὴ κατὰ φύσιν ἔχει τὸ εἶναι ζωὴ ὁ τοῦ Θεοῦ Λόγος, ἐπείσακτον δὲ, ὡς ὑμεῖς φατε, κεκτημένος αὐτὸ, ζωοποιεῖν δύναται, τί κωλύσει λέγειν καὶ ἀγγέλους τοὺς ἀληθῶς μετόχους γεγονότας ζωῆς δύνασθαι ζωοποιεῖν; Ἀλλὰ τοῦτο μὲν οὐκ ἐνδέχεται· μόνος γὰρ ὁ Υἱὸς ζωοποιεῖν δύναται, καθάπερ καὶ ὁ Πατήρ. Οὐκοῦν οὐκ ἐπείσακτος ἐν Υἱῷ ἡ ζωοποιὸς δύναμις, ἀλλὰ κατὰ φύσιν αὐτῷ προσοῦσα καὶ οὐσιωδῶς ὥσπερ καὶ τῶ Πατρί. ΑΛΛΟ. Λέγων ὁ Υἱὸς τὸ, Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκεν ἔχειν ζωὴν ἐν ἑαυτῷ, τὴν ἀπαράλλακτον ὁμοιότητα δεικνύει σαφῶς, ἣν ἔχει πρὸς τὸν γεννήσαντα. Ἔχει γὰρ οὕτω τὴν ζωὴν, ὥσπερ καὶ ὁ Πατὴρ, φυσικὴν δηλονότι καὶ οὐσιώδη. Τὸ δὲ, δέδωκε, προσθεὶς, τὴν ἐξ αὐτοῦ φυσικήν τε καὶ οὐσιώδη σημαίνει πρόοδον. Οὐ γὰρ δή που δέδωκεν ὁ Πατὴρ, ὥσπερ τι τῶν αὐτῷ προσόντων ἀφελόμενος, καὶ οὐκ ἔχοντι προστεθεικὼς τῷ Υἱῷ, κατὰ σωματικὴν ἀποτομὴν ἢ διάστασιν τὴν ἔκ τινος ἑτέρου πρὸς ἕτερον, ἢ τοπικῶς ἢ διαιρετικῶς νοουμένην. Ἀλλ' ὥσπερ δίδωσι τὸ φυτὸν τῷ ἐξ αὐτοῦ προελθόντι καρπῷ τὴν αὐτῷ κατὰ φύσιν προσοῦσαν ποιότητα φορεῖν, οὕτως ὁ Υἱὸς εἰληφέναι παρὰ Πατρὸς τὰ αὐτῷ προσόντα νοεῖται, πάντα ὢν ὅσα καὶ ὁ Πατὴρ, δίχα μόνου τοῦ εἶναι Πατήρ. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν χριστομάχων. Εἰ ζωὴ, φασὶ, κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ὡς ὑμεῖς φιλονεικότερον ἐνιστάμενοι λέγετε, πῶς ἀληθεύσει λέγων ὁ Παῦλος περὶ τοῦ Πατρός· Ὁ μόνος ἔχων ἀθανασίαν; Εἰ γὰρ ἔχει καὶ ὁ Υἱὸς, οὐ μόνος ἔχει ὁ Πατήρ· εἰ δὲ μόνος ἔχει, οὐχ ἕξει δηλαδὴ καὶ ὁ Υἱός. Πρὸς τοῦτο λύσις. Πολλὰ προσεῖναι λέγεται μόνῳ τῷ Πατρὶ, καὶ εἰ τούτων ἔσται πάντων οὐκ ἔρημος ὁ Υἱός. Ἐπειδὴ γέγραπται, Μόνος ἀληθινὸς Θεὸς ὁ Πατὴρ, ἔστω μὴ ἀληθινὸς ὁ Υἱὸς, νόθος δὲ ὥσπερ τις καὶ ψευδώνυμος ἐπίκτητον ἔχων τὸ εἶναι Θεός. Καὶ πῶς ὡς τοῦτο κατὰ φύσιν ὢν προσκυνεῖται παρά τε ἡμῶν καὶ ἀγγέλων, τοῦ θείου νόμου διαῤῥήδην λέγοντος· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις; Πῶς δὲ φυλάξομεν τὸ, Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος; Εἰ γὰρ μόνος κατὰ φύσιν Θεὸς ὁ Πατὴρ, καὶ διὰ τὸ οὕτω λέγεσθαι τοῦ εἶναι φύσει 75.240 Θεὸν ἐκβάλλει τὸν Υἱὸν, πρόσφατος ἄρα καὶ νέος τις 75.240 ὥσπερ ἐπεισαχθήσεται παρὰ τὸν ὄντα ἐξ ἀρχῆς καὶ κατὰ φύσιν. Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκοῦν οὐ διὰ τὸ λέγεσθαι μόνον ἀθανασίαν ἔχειν τὸν Πατέρα, τῶν ἐναντίων ἔσται δεκτικὸς ὁ Υἱὸς, ἀλλ' ὡς τρεχούσης εἰς τὸ γέννημα φυσικῶς τῆς πατρικῆς ἰδιότητος, τοῦτο καὶ αὐτὸς ὑπάρχων κατ' οὐσίαν νοηθήσεται, ὅπερ ἂν εἴη καὶ ὁ γεννήσας αὐτόν. ΑΛΛΟ. Πολλὰ προσεῖναι λέγεται τῷ Πατρὶ πλεονεκτήματα. Ἀλλ' εἰ τούτων ἔσται γυμνὸς ὁ Υἱὸς, λέγει δέ που Παῦλος, Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, οὔτ' ἄφθαρτος, οὔτε ἀόρατος, οὔτε σοφὸς ἔσται, καθ' ὑμᾶς. Ἀλλ' ἔχει τὴν ἀσέβειαν ἄμετρόν τινα τὸ οὕτω νοεῖν. Πῶς γὰρ ἔσται φθαρτὸς ὁ τῆς ἀφθαρσίας χορηγός; Ἢ πῶς ὁραθήσεται Θεοῦ φύσις; Ἢ πῶς ἄσοφον εἶναι νομιοῦμεν τὸν Υἱὸν, περὶ οὗ γέγραπται ὅτι δὴ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία ἐστίν; Ὥρα γὰρ λέγειν ἄσοφον εἶναι τὴν σοφίαν τοῦ Θεοῦ. Οὐκοῦν οὐκ ἀποστερήσει τὸν Υἱὸν τὸ εἶναι ταῦτα φυσικῶς, ἅπερ ἂν λέγοιτο καὶ ὁ