1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

75

ἐμπόδιον ταῖς ὑμετέραις εὐχαῖς πρὸς τὸ δυσωπῆσαι τὸν Κύριον. Ἔπειτα καὶ ὑπομιμνήσκομεν καταξιῶσαί σε πάντα τυπῶσαι διὰ τοῦ προειρημένου ἀδελφοῦ, καί, εἴ τι δεῖ ἐπισταλῆναι τοῖς κατὰ τὴν ∆ύσιν, διὰ τὸ ὀφείλειν ἀναγκαίως καὶ δι' ἡμετέρου αὐτοῖς ἀπε νεχθῆναι γράμματα, αὐτὸν ὑπαγορεῦσαι τὰς ἐπιστολάς. Ἡμεῖς γὰρ ἐπιτυχόντες Σαβίνου, τοῦ παρ' αὐτῶν ἀπο σταλέντος διακόνου, ἐπεστείλαμεν πρός τε τοὺς Ἰλλυριοὺς καὶ πρὸς τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίαν ἐπισκόπους καί τινας τῶν ἰδίως πρὸς ἡμᾶς ἐπιστειλάντων. Εὔλογον δὲ ὡς ἀπὸ κοινοῦ τῆς συνόδου ἀποσταλῆναί τινα τὸν κομίζοντα δεύτερα γράμματα, ἅπερ αὐτὸς κέλευσον τυπωθῆναι. 89.2 Καὶ περὶ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Ἀθανασίου, ἀκριβῶς γινώσκουσαν τὴν τελείαν σου φρόνησιν ὑπομιμνή σκομεν ὅτι ἀμήχανον τοῖς παρ' ἐμοῦ γράμμασιν ἐπιδοῦναι ἢ ποιῆσαί τι τῶν ὀφειλομένων, ἐὰν μὴ καὶ παρ' ὑμῶν, τῶν τότε τὴν κοινωνίαν αὐτοῦ ἀναβαλλομένων, δέξηταί τινα τρόπον. Αὐτὸς γὰρ λέγεται πάνυ ὡρμῆσθαι πρὸς τὸ συνα φθῆναι ἡμῖν καὶ κατὰ δύναμιν συμβαλέσθαι, λυπεῖσθαι δὲ ὅτι καὶ τότε παρεπέμφθη ἀκοινώνητος καὶ ἔτι νῦν ἀτελεῖς μένουσιν αἱ ὑποσχέσεις. Τάδε κατὰ τὴν Ἀνατολὴν ὅπως διάκειται οὐκ ἔλαθε πάντως τὰς ἀκοὰς τῆς θεοσεβείας σου, καὶ δι' ἑαυτοῦ δὲ ἀκριβέστερον πάντα ὁ προειρημένος ἀδελφὸς διηγήσεται. Ὃν καταξίωσον εὐθὺς ἐκπέμψαι μετὰ τὸ Πάσχα, διὰ τὸ ἀναμένειν τὰς ἀπὸ Σαμοσάτων ἀποκρί σεις· οὗ καὶ τὴν προθυμίαν ἀπόδεξαι καὶ εὐχαῖς αὐτὸν ἐνισχύσας πρόπεμψον εἰς τὰ προκείμενα.

90.τ ΤΟΙΣ ΑΓΙΩΤΑΤΟΙΣ Α∆ΕΛΦΟΙΣ ΚΑΙ ΕΠΙΣΚΟΠΟΙΣ ΤΟΙΣ ΕΝ ΤΗ ∆ΥΣΕΙ

90.1 Ὁ ἀγαθὸς Θεός, ὁ ἀεὶ ταῖς θλίψεσι παραζευγνὺς τὰς παρακλήσεις, ἔδωκε

καὶ νῦν ἡμῖν ἐπὶ τῷ πλήθει τῶν ὀδυ νῶν εὑρέσθαι τινὰ μετρίαν παράκλησιν ἐκ τῶν γραμμάτων ἃ παρὰ τῆς ὑμετέρας ὀρθότητος ὁ τιμιώτατος ἡμῶν πατὴρ ἐπίσκοπος δεξάμενος διεπέμψατο ἡμῖν, ὑγιοῦς πίστεως μαρτυρίαν καὶ τῆς ἀνεπηρεάστου ὁμονοίας καὶ συμπνοίας ἀπόδειξιν ἔχοντα, ὥστε καὶ ποιμένας ἀναδεικνύναι τοῖς ἴχνεσι τῶν Πατέρων ἀκολουθοῦντας καὶ τὸν λαὸν τοῦ Κυρίου μετ' ἐπιστήμης ποιμαίνοντας. Ταῦτα πάντα ηὔφρα νεν ἡμᾶς τοσοῦτον ὥστε λῦσαι ἡμῶν τὴν κατήφειαν καὶ μειδίαμά τι βραχὺ ταῖς ψυχαῖς ἡμῶν ἐμποιῆσαι ἀπὸ τῆς σκυθρωπῆς ταύτης τῶν πραγμάτων κινήσεως ἐν ᾗ νῦν καθεστήκαμεν. Ἐπέτεινε δὲ ἡμῖν τὴν παράκλησιν ὁ Κύριος διὰ τοῦ εὐλαβεστάτου υἱοῦ καὶ συνδιακόνου Σαβί νου, ὃς καὶ τὰ παρ' ὑμῖν καλὰ διηγησάμενος ἀκριβῶς ἔθρεψεν ἡμῶν τὰς ψυχὰς καὶ τὰ ἡμέτερα δὲ τῇ πείρᾳ μαθὼν ἐναργῶς ὑμῖν ἀναγγελεῖ, ἵνα προηγουμένως μὲν διὰ τῆς ἐκτενοῦς καὶ φιλοπόνου δεήσεως τῆς πρὸς τὸν Κύριον συναγωνίζησθε ἡμῖν, ἔπειτα δὲ καὶ τὴν ἐνδεχομένην παρα μυθίαν ταῖς καταπονουμέναις Ἐκκλησίαις εἰσενέγκασθαι μὴ παραιτήσησθε. Κέκμηκε γὰρ ἐνταῦθα, ἀδελφοὶ τιμιώτα τοι, καὶ ἀπείρηκε πρὸς τὰς συνεχεῖς προσβολὰς τῶν ἐναν τίων ἡ Ἐκκλησία, ὥσπερ τι πλοῖον ἐν πελάγει μέσῳ ταῖς ἐπαλλήλοις πληγαῖς τῶν κυμάτων βασανιζόμενον, εἰ μή τις γένοιτο ταχεῖα ἐπισκοπὴ τῆς ἀγαθότητος τοῦ Κυρίου. Ὥσπερ οὖν ἡμεῖς ἴδιον ἀγαθὸν ἑαυτῶν ποιούμεθα τὴν ὑμετέραν πρὸς ἀλλήλους σύμπνοιάν τε καὶ ἑνότητα, οὕτω καὶ ὑμᾶς παρακαλοῦμεν συμπαθῆσαι ἡμῶν ταῖς διαιρέσεσι καὶ μή, ὅτι τῇ θέσει τῶν τόπων διεστήκαμεν, χωρίζειν ἡμᾶς ἀφ' ἑαυτῶν, ἀλλ', ὅτι ἑνούμεθα τῇ κατὰ τὸ Πνεῦμα κοινωνίᾳ, εἰς τὴν ἑνὸς σώματος ἡμᾶς συμφωνίαν ἀνα λαμβάνειν. 90.2 Γνώριμα δὲ τὰ θλίβοντα ἡμᾶς, κἂν ἡμεῖς μὴ λέγωμεν. εἰς πᾶσαν γὰρ τὴν οἰκουμένην ἐκκέχυται. Καταπεφρόνηται τὰ τῶν Πατέρων δόγματα, ἀποστολικαὶ παραδόσεις ἐξου θένηνται, νεωτέρων ἀνθρώπων ἐφευρέματα ταῖς Ἐκκλη σίαις ἐμπολιτεύεται· τεχνολογοῦσι λοιπόν, οὐ θεολογοῦσιν οἱ ἄνθρωποι· ἡ τοῦ κόσμου σοφία τὰ πρωτεῖα φέρεται,