οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἀνάντη φέρεσθαι, καὶ πρὸς τὸ τῷ διαβόλῳ δοκοῦν ἀσυνέτως ἐκτελευτᾷν. "∆ύναται γὰρ οὐδεὶς, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, δυσὶ δουλεύειν κυρίοις· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ τοῦ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει." Παραι τητέον οὖν ἄρα τὸν οὐκ ὄντα δεσπότην, φημὶ δὴ τὸν Σατανᾶν, ἵνα τὸν ὄντως καὶ ἀληθῶς ἀγαπῶμεν Κύ ριον. Τίς δ' ἂν γένοιτο παρ' ἡμῶν ὁ τῆς ἀγαπήσεως τρόπος, αὐτὸς δι' ἑαυτοῦ φωταγωγήσει, λέγων ὁ Κύ ριος· "Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρεῖ." Οἱ δὲ τῆς τοῦ Σωτῆρος ἐντολῆς γνήσιοι φύλακες, ἀνεξή 77.613 τητον ἔχουσι τὴν εὐσέβειαν· καὶ τῆς τοῦ διαβόλου πλεονεξίας οὐκ ἀνεχόμενοι, τὸν τῆς ἁμαρτίας ἀπο σείονται ζυγὸν, καὶ πρὸς ἐλευθέραν βλέπουσιν ἕξιν· καταθλοῦντες μὲν ἅπασαν ἔκτοπόν τε καὶ μυσαρὰ ἡδονήν· τὰς δὲ τῆς σαρκὸς ἐπιθυμίας τοῖς ἐξ ἀσκή σεως νεκροῦντες πόνοις. Καὶ αὐτοῦ δὲ τοῦτο βοῶντος ἀκούσῃ τοῦ Παύλου· "Οἱ γὰρ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις." Οὐκοῦν, ἐρῶ γάρ τι πάλιν παρὰ τοῦ Παύλου λαβὼν, "Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχειοῦμεν, νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τουτέστι πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν· παριστάντες δὲ μᾶλλον ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας," κατὰ τὸ γεγραμμένον, καὶ θυσίαν ὥσπερ τινὰ πνευματικὴν οἰκείαν ἀνατι θέντες ζωὴν τῷ φιλαρέτῳ Θεῷ. Πόνων γὰρ τῶν ἀγα θῶν ὁ καρπὸς ἔσται πάντως εὐκλεής. Μὴ γὰρ δή τις οἰέσθω τῶν καθ' ἡμᾶς, ὡς ἀκονιτὶ μὲν κατορθώσει τὸ ἀγαθὸν, ἱδρῶτος δὲ οὐδενὸς εἰς πεῖραν ἐλθὼν, τῆς ἁμαρτίας κατακαυχήσεται. ∆εινὸς γὰρ ἀντιπράττειν ὁ Σατανᾶς, καὶ τοῖς ἐξ ἀπάτης διακωλύμασι παρα ποδίζειν ἱκανὸς τῶν ὀρθῶς τε καὶ ἀνεγκλήτως βιοῦν ἑλομένων τὴν διάνοιαν, καὶ τοὺς ἤδη βλέποντας εἰς κατόρθωσιν ἀρετῆς παραλύσαι πόνους. Παραληψό μεθα δὲ πρὸς ἀπόδειξιν τῶν εἰρημένων, σαφῆ τε καὶ ἀναμφίλογον, τὰ ἐν τῇ Ἐξόδῳ, βιβλίον δὲ τοῦτο Μω σαϊκὸν, δεδραμένα τε καὶ γεγραμμένα. Εἰκόνας γὰρ ὥσπερ καὶ τύπους ἐναργεστάτους τῶν ἀφανεστέρων τὰ ἐμφανῆ καθίστη Θεὸς, καὶ ὅσαπερ ἄν τις τοῖς ἀρχαιοτέροις κατίδοι συμβεβηκότα, ταῦτα τῶν ἐν παραβύστῳ καὶ νοητῶν εἰς ἀπόδειξιν ἑαυτῷ πα ραθεὶς, οὐκ ἂν ἁμάρτῃ τοῦ πρέποντος. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς περὶ τούτων ἡμῖν συμφέρεται λόγοις, ὡδί πως ἀνακεκραγὼς, καὶ λέγων περὶ τῶν ἀρχαιοτέρων· "Ὅτι δὲ ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν." Ἔστι τοίνυν ἐξ ἀρχαίας ἱστορίας καθάπερ ἐν πίνακι λε πτῶς ἰδεῖν διαγεγραμμένον, τήν τε τοῦ διαβόλου πλεονεξίαν, ἣν ἐποιήσατο καθ' ἡμῶν ὁ πάντα τολμῶν εὐκόλως, καὶ ὅτι τοῖς εἰς ἐλευθέραν ἰοῦσιν ἕξιν τε καὶ προθυμίαν, δριμὺς ὑπαντᾷ τοὺς τῆς ἁμαρτίας ὅρους ἐκτρέχειν οὐκ ἐῶν· ἐμφιλοχωρεῖν δὲ μᾶλλον ἐπαναγκάζων αὐτῇ, καὶ οὐχ ὁλόκληρον ἐπιτελεῖσθαι κελεύων τὴν εἰς Θεὸν εὐλάβειαν· καὶ ἄρα τις ἕληται φρονεῖν ὀρθῶς. Τίς οὖν ἄρα τῆς ἱστορίας ὁ λόγος, καιρὸς, ὡς ἔοικεν, εἰπεῖν. βʹ. Λελῄστευταί ποτε τὴν τῆς ἀρχαίας ἐλευθερίας τιμήν τε καὶ δόξαν ὁ Ἰσραήλ· ὁ γάρ τοι τῶν Αἰγυ πτίων ὠμότατος τύραννος, σκληρὸν μὲν αὐτοῖς τῆς δουλείας ἐπετίθει τὸν ζυγὸν, οὐκ ἀνεὶς δὲ τῶν ἔργων, πηλῷ καὶ πλινθείᾳ τοὺς Ἰουδαίους κατῃκίζετο. Ἀλλ' ὡς ἠλέει Θεὸς, τεθρυμμένους τε ἤδη καὶ τῇ τοῦ κρατοῦντος ἀπανθρωπίᾳ δαπανωμένους ὁρῶν, καὶ πρὸς τὴν ἄνωθεν αὐτοὺς, καὶ ἀρχαιοτάτην ἐλευθερίαν 77.616 ἀνακομίζειν ἐσκέπτετο, Μωσῇ τῷ πανσόφῳ λέγειν ἐκέ λευεν, ὡς αὐτὸν οἰχομένῳ τῶν Αἰγυπτίων τὸν τύραννον· "Τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι δουλεύσωσιν ἐν τῇ ἐρή μῳ." ∆ιατί μὴ μᾶλλον ἐν Αἰγύπτῳ λατρεύειν ἐκέλευε; τί δὲ πρὸς ἐρήμους ἐκάλει τόπους; Ἆρα οὐκ ἀκό λουθον συνιδεῖν, ὅτι τοὺς οἵ γε λατρεύειν τῷ πάντων κρατοῦντι Θεῷ ἔμελλον, πρῶτον μὲν ᾤετο δεῖν τὸν τῆς ἑτέρων δουλείας ἀποπέμπεσθαι ζυγὸν, πρὸς ἀποθέσθαι δὲ ὥσπερ τὸ τοῖς διαβολικοῖς προστάγ μασιν ὡς ἐξ ἀνάγκης ὑπηρετεῖν, ἀποπαύσασθαι δὲ καὶ πηλοῦ καὶ πλινθείας· ὅ ἐστι πάλιν ἀποσχέσθαι τε καὶ