Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Πατὴρ, εἰ καὶ ἐπ' αὐτοῦ μόνον τάττοιτο. Φθάσει γὰρ πάλιν ἐπὶ τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, πάντα τὰ αὐτῷ προσόντα φυσικῶς τε καὶ ἀναγκαίως. ΑΛΛΟ. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὥσπερ οὖν καὶ ἔστιν, ἔχει πάντως τοῦτο καὶ ὁ Υἱός. Ἀληθεύει γὰρ λέγων· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. ΑΛΛΟ, τὸ αὐτὸ ἐκ τοῦ ἐναντίου. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὁ δὲ Υἱὸς οὐχ οὕτως, πῶς ἀληθεύσει λέγων· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν; Ἀλλ' οὐκ ἂν ψεύσαιτο ἡ ἀλήθεια, ἔσται δηλονότι ζωὴ κατὰ φύσιν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ. Ἄλλως τὸ αὐτό. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὁ δὲ Υἱὸς οὐχ οὕτως, ἀλλ' ἐπείσακτον ἔχει τὸ εἶναι τοῦτο, πῶς ἀληθεύσει λέγων πρὸς τὸν Πατέρα, ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά; Ἢ γὰρ ἕξει κατὰ φύσιν τὸ εἶναι ζωὴ καὶ αὐτὸς, ὅπερ ἐστι τοῦ Πατρός. Ἢ εἰ μὴ τοῦτο, τοῦ δὲ Πατρός ἐστι τὰ αὐτοῦ, ἐπεὶ μὴ κατὰ φύσιν ἐστὶ ζωὴ ὁ Υἱὸς, οὐκ ἔσται τοῦτο καὶ ὁ Πατήρ. Ἀλλὰ τοῦτο ἄτοπον. Φύσει γὰρ ὁ Πατὴρ ζωὴ, ἔσται τοῦτο καὶ ὁ Υἱὸς, ἵνα μὴ ψεύδηται τὴν ὁμοίωσιν. ΑΛΛΟ. Εἰ χαρακτὴρ ἀπαράλλακτος τῆς τοῦ Πατρὸς ὑποστάσεώς ἐστιν ὁ Υἱὸς, φορέσει φυσικῶς καὶ τὸ εἶναι ζωὴ, ἵνα μὴ παραχαράττηται τοῦ Πατρὸς ὁ χαρακτήρ ΑΛΛΟ. Φησί που Χριστὸς πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ὁ 75.241 ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Εἰ τοίνυν ὁ Πατὴρ ἐν Υἱῷ φαίνεται ζωὴ κατὰ φύσιν ὑπάρχων, ἔσται τοῦτο καὶ ὁ Υἱὸς, ἵνα μὴ ψεύδηται τὴν ὁμοίωσιν. ΑΛΛΟ, ἐκ τῶν αὐτῶν διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Φησί που Χριστός· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Εἰ τοίνυν ἐπείσακτον ἤτοι κατὰ μετοχὴν, καὶ οὐκ οὐσιῶδες ἔχει τὸ εἶναι ζωὴ, ἔσται τοῦτο καὶ ὁ Πατήρ. Φυγὼν δὲ τοῦ λόγου τὴν ἀτοπίαν, ἐξ ἀνάγκης ὁμολογήσεις τὸ ἕτερον· ζωὴ γὰρ κατὰ φύσιν ὁ Υἱός. ΑΛΛΟ. Εἰ τοῦ Πατρὸς τὴν οὐσίαν ὁ Υἱὸς ἀπαραλλάκτως χαρακτηρίζειν λέγεται, ἔστι δὲ οὐ κατὰ φύσιν ζωὴ, ἀλλ' ἐν προσθήκης μέρει τοῦτο λαμβάνει, τοῦτο καὶ ὁ Πατὴρ νοηθήσεται. Τὸ δὲ ἐν τούτοις ἄτοπον, παρεισοίσει τὸ ἐναντίον, ὅπερ ἐστὶ καὶ ἀληθές. ΑΛΛΟ. Τὰ ἑτερογενῆ τε καὶ ἑτεροφυῆ τὴν αὐτὴν ἐνέργειαν ἔχειν, οὐκ ἄν τις δῴη σωφρονῶν. Οὐδὲ γὰρ ἂν ὕδατι πῦρ ἕν τι καὶ ταυτὸν ἐνεργήσειεν, ἀλλ' ὥσπερ ἀπεσχοινισμένον ἔχουσι τῆς οὐσίας ἤτοι τῆς ποιότητος τὸν λόγον, οὕτω καὶ διάφορον ἀποδώσουσι τὴν ἐνέργειαν. Εἰ τοίνυν ζωῆς ὄντος κατὰ φύσιν τοῦ Πατρὸς, οὐκ ἔστι τοῦτο κατ' οὐσίαν ὁ Υἱὸς, ὥσπερ τοῖς χριστομάχοις δοκεῖ, πῶς τὴν αὐτὴν ἐνέργειαν φορέσει τῷ Πατρί; Φησὶ γάρ που Χριστὸς, ὅτι Ὥσπερ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Οὐ γὰρ δή που ζωοποιεῖσθαι μὲν ἑτέρως ἐροῦσι τοὺς ὅσοι παρὰ τοῦ Πατρὸς τοῦτο λαμβάνουσι, ζωοποιεῖσθαι δὲ πάλιν καθ' ἕτερον τρόπον τοὺς παρὰ τοῦ Υἱοῦ τοῦτο δεχομένους. Οὕτω γὰρ ἔφησε ζωοποιεῖν τὸν Πατέρα, ὡς ἂν ζωοποιήσειεν ὁ Υἱὸς, πανταχοῦ τὴν αὐτὴν ἐνέργειαν ἔχοντα τῷ Πατρὶ ἑαυτὸν ὁριζόμενος. Οὐκοῦν οὐκ ἀνόμοιος ἔσται πρὸς τὸν γεγεννηκότα· ἀλλ' ὥσπερ ἐκεῖνος φύσει ζωὴ λέγεται καὶ ἔστιν, οὕτω καὶ ὁ Υἱός. ΑΛΛΟ. Εἰ τὴν ἀλήθειαν ταῖς Ἰωάννου φωναῖς ἐπιψηφιούμεθα, πάντα δώσομεν ἐργάζεσθαι δι' Υἱοῦ τὸν Πατέρα. Εἰ δὲ τοῦτο, ἓν δὲ τῶν ἔργων τοῦ Πατρὸς καὶ τὸ ζωοποιεῖν τινας, ἔσται ζωὴ κατὰ φύσιν ὁ Υἱὸς, δι' οὗ τὰ πάντα ζωοποιεῖ, ἵνα μὴ νόθος μεσίτης παρεισαγόμενος, ἀμέτοχον δείξῃ Θεοῦ τὸ τῇ πρὸς αὐτὸν σχέσει ζωοποιούμενον. ΑΛΛΟ. Εἰ μεσίτης Θεοῦ καὶ ἀνθρώπων ἐστὶν ὁ Υἱὸς, ὥσπερ εἰς ἑνότητα φυσικὴν συνάπτων τὰ ἄκρα· ἀναγκαῖον εἰπεῖν ὅτι, ὥσπερ ἀνθρώποις συνήφθη φυσικῶς ἄνθρωπος γεγονὼς, οὕτω καὶ τῆς θείας φύσεως ἤρτηται Θεὸς κατὰ φύσιν ὑπάρχων. Εἰ δὲ τοῦτο, ἐπεὶ κατ' οὐσίαν καὶ οὐκ ἔξωθεν ἔχει τὸ εἶναι ζωὴ ὁ Πατὴρ, ἔσται τοιοῦτος καὶ ὁ προσεχὴς αὐτῷ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱός. 75.244 ΑΛΛΟ. Πανταχοῦ τὸν Υἱὸν αἱ θεῖαι Γραφαὶ καλοῦσιν Ἀλήθειαν, καὶ αὐτὸς δὲ περὶ ἑαυτοῦ τοῦτό φησιν· Ἐγώ εἰμι, λέγων, ἡ ἀλήθεια. Εἰ τοίνυν διεψευσμένον ἐν αὐτῷ τὸ τῆς ζωῆς πρᾶγμα, καὶ οὐκ οὐσιῶδες, οὐδὲ ἀληθινὸν, πῶς οὐ ψεύσεται λέγων ἑαυτὸν εἶναι τὴν ἀλήθειαν; Ἀλλὰ μὴν οὐ ψεύδεται· τοῦτο γὰρ ἀσεβὲς καὶ μόνον ἐννοεῖν· ἀλήθεια δέ ἐστιν. Οὐκ ἄρα διεψευσμένον ἔχει τὸ εἶναι