76
παρωσαμένη τὸ καύχημα τοῦ σταυροῦ. Ποιμένες ἀπελαύ νονται, ἀντεισάγονται δὲ λύκοι βαρεῖς, διασπῶντες τὸ ποίμνιον τοῦ Χριστοῦ. Οἶκοι εὐκτήριοι ἔρημοι τῶν ἐκκλη σιαζόντων, αἱ ἐρημίαι πλήρεις τῶν ὀδυρομένων. Οἱ πρεσ βύτεροι ὀδύρονται, τὰ παλαιὰ συγκρίνοντες τοῖς παροῦσιν· οἱ νέοι ἐλεεινότεροι, μὴ εἰδότες οἵων ἐστέρηνται. Ταῦτα ἱκανὰ μὲν κινῆσαι εἰς συμπάθειαν τοὺς τὴν Χριστοῦ ἀγά πην πεπαιδευμένους, συγκρινόμενος δὲ τῇ ἀληθείᾳ τῶν πραγμάτων ὁ λόγος ἀξίας πολὺ τῆς αὐτῶν ἀπολείπεται. Εἴ τι οὖν παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τι σπλάγχνα καὶ οἰκτιρμοί, κινήθητε πρὸς τὴν ἀντίληψιν ἡμῶν. Λάβετε ζῆλον εὐσεβείας, ἐξέλεσθε ἡμᾶς τοῦ χει μῶνος τούτου. Λαλείσθω καὶ παρ' ὑμῖν μετὰ παρρησίας τὸ ἀγαθὸν ἐκεῖνο κήρυγμα τῶν Πατέρων, τὸ καταστρέφον μὲν τὴν δυσώνυμον αἵρεσιν τὴν Ἀρείου, οἰκοδομοῦν δὲ τὰς Ἐκκλησίας ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἐν ᾗ ὁ Υἱὸς ὁμο ούσιος τῷ Πατρὶ ὁμολογεῖται καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ὁμοτίμως συναριθμεῖταί τε καὶ συλλατρεύεται, ἵνα ἣν ὑμῖν ἔδωκεν ὁ Κύριος ὑπὲρ τῆς ἀληθείας παρρησίαν καὶ τὸ ἐπὶ τῇ ὁμολογίᾳ τῆς θείας καὶ σωτηρίου Τριάδος καύχημα, τοῦτο καὶ ἡμῖν διὰ τῶν ὑμετέρων εὐχῶν καὶ τῆς συνεργίας ὑμῶν χαρίσηται. Τὸ δὲ καθέκαστον αὐτὸς ὁ προειρημένος συνδιάκονος ἀναγγελεῖ ὑμῶν τῇ ἀγάπῃ. Καὶ πᾶσι δὲ τοῖς γενομένοις κανονικῶς παρὰ τῆς ὑμετέρας τιμιότητος συνεθέμεθα, τὸν ἀποστολικὸν ὑμῶν ζῆλον ὑπὲρ τῆς ὀρθο δοξίας ἀποδεξάμενοι.
91.τ ΟΥΑΛΕΡΙΑΝΩ ΕΠΙΣΚΟΠΩ ΙΛΛΥΡΙΩΝ
91.1 Χάρις τῷ Κυρίῳ, τῷ δόντι ἡμῖν ἀρχαίας ἀγάπης καρπὸν ἰδεῖν ἐν τῇ σῇ καθαρότητι, ὅς γε τοσοῦτον διεστὼς τῷ σώματι συνῆψας ἡμῖν σεαυτὸν διὰ γράμματος καί, τῷ πνευματικῷ σου καὶ ἁγίῳ πόθῳ περιπτυξάμενος ἡμᾶς, ἀμύθητόν τι φίλτρον ταῖς ψυχαῖς ἡμῶν ἐνεποίησας. Ἔργῳ γὰρ ἐμάθομεν τῆς παροιμίας τὴν δύναμιν, ὅτι «Ὥσπερ ψυχῇ διψώσῃ ψυχρὸν ὕδωρ, οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρό θεν». ∆εινὸς γάρ ἐστι παρ' ἡμῖν λιμὸς ἀγάπης, ἀδελφὲ τιμιώτατε. Καὶ ἡ αἰτία πρόδηλος, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἐψύγη τῶν πολλῶν ἡ ἀγάπη. ∆ιὰ τοῦτο καὶ πολλοῦ ἄξιον ἡμῖν ἐφάνη τὸ γράμμα καὶ ἀμειβόμεθά σε διὰ τοῦ αὐτοῦ ἀνδρός, τοῦ εὐλαβεστάτου συνδιακόνου ἡμῶν Σαβίνου, δι' οὗ καὶ γνωρίζομέν σοι ἑαυτοὺς καὶ παρακα λοῦμέν σε ἐπαγρυπνεῖν ταῖς ὑπὲρ ἡμῶν προσευχαῖς, ἵνα δῷ ποτε ὁ ἅγιος Θεὸς καὶ τοῖς ἐνταῦθα πράγμασι γαλήνην καὶ ἡσυχίαν καὶ ἐπιτιμήσῃ τῷ ἀνέμῳ τούτῳ καὶ τῇ θαλάσσῃ, ὥστε παύσασθαι ἡμᾶς τοῦ σάλου καὶ τῆς ἀνατρο πῆς ἐν ᾗ νῦν καθεστήκαμεν, ἀεὶ καταποντισθήσεσθαι παντελῶς ἀναμένοντες. Ἀλλὰ τοῦτο μεγάλως ἐν τοῖς παροῦσιν ὁ Κύριος ἡμῖν ἐχαρίσατο, τὸ ὑμᾶς ἀκούειν ἐν ἀκριβεῖ συμφωνίᾳ καὶ ἑνότητι εἶναι πρὸς ἀλλήλους καὶ ἀκωλύτως παρ' ὑμῖν τὸ κήρυγμα τῆς εὐσεβείας περιαγγέλ λεσθαι· ὁτεδήποτε γὰρ (εἴπερ μὴ συγκέκλεισται λοιπὸν ὁ χρόνος τοῦ κόσμου τούτου, ἀλλ' ἔτι ἡμέραι τῆς ἀνθρωπίνης ζωῆς ὑπολείπονται) ἀνάγκη παρ' ὑμῶν ἀνανεωθῆναι τὴν πίστιν τῇ Ἀνατολῇ καὶ ὧν ἐλάβετε παρ' αὐτῆς ἀγαθῶν, τούτων ἐν καιρῷ παρασχέσθαι αὐτῇ τὴν ἀντίδοσιν. Τὸ γὰρ ὑγιαῖνον ἐνταῦθα μέρος καὶ τὴν τῶν πατέρων εὐσέβειαν ἐκδικοῦν ἱκανῶς κέκμηκε, πολλαῖς καὶ ποικίλαις μηχανη μάτων προσβολαῖς ἐν τῇ ἑαυτοῦ μεθοδείᾳ τοῦ διαβόλου αὐτὸ κατασείσαντος. Ἀλλ' εὐχαῖς ὑμετέραις, τῶν ἀγα πώντων τὸν Κύριον, σβεσθείη μὲν ἡ πονηρὰ καὶ λαοπλά νος αἵρεσις τῆς Ἀρείου κακοδοξίας, ἀναλάμψειε δὲ ἡ ἀγαθὴ τῶν Πατέρων ἡμῶν διδασκαλία, τῶν συνελθόντων κατὰ τὴν Νίκαιαν, ὥστε σύμφωνον τῷ σωτηρίῳ βαπτί σματι τὴν δοξολογίαν ἀποπληροῦσθαι τῇ μακαρίᾳ Τριάδι.
92.τ ΠΡΟΣ ΙΤΑΛΟΥΣ ΚΑΙ ΓΑΛΛΟΥΣ