οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
καταλῆξαι λοιπὸν τῆς τῶν ἐπιγείων ἔργων ἀκαθαρσίας, ἵνα πᾶσαν ὥσπερ ἐκβαίνοντες τὴν τοῦ πλεονεκτήσαντος χώραν, λοιπὸν ὡς εἰς ἔρημον ἐλεύ θερόν τε καὶ ἀνειμένον γεγονότες φρόνημα, καθα ροὶ καθαρῶς, προσίοιεν ταῖς εἰς Θεὸν λατρείαις. Ἀλλ' ὁ μὲν θεσπέσιος καὶ μέγας ὄντως Μωσῆς ἐκεῖ να διεκελεύετο, καὶ πρὸς ἔρημον τὴν καθαρωτάτην ἐκάλει τὸν Ἰσραήλ. Ἀνθωπλίζετό γε μὴν ῥιψοκιν- δύνως ὁ Φαραὼ, καὶ τῆς θείας δόξης κατεθρασύνετο λέγων· "Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀποστελῶ." Ἐπειδὴ δὲ ταῖς ἄνωθεν ἐνικᾶτο πλη γαῖς, πρὸς ἀβούλητον ἤδη κατέῤῥει σύνεσιν, ὅλης αὐτῷ κινδυνευούσης τῆς χώρας, εἶτα ποικίλους αὐτοῖς παραποδισμάτων ἐπενόει τρόπους, καὶ τὸν τῆς δουλείας ζυγὸν οὐκ εἰς ἅπαν ἀνεὶς, ἑτέρως αὐτοὺς διακωλύειν ἐπειρᾶτο, λέγων· "Πορευθέντες, θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ μου." Ὁρᾷς ὅπως κἂν ἐξέλκῃ πως τῆς ἁμαρτίας ὁ τοῦ Θεοῦ νόμος, ἀντεγείρεται μὲν ἀντιπράττων ὁ Σατανᾶς. Ὑπεραθλοῦντός γε μὴν τῆς ἁπάντων ζωῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι στοῦ, ἀνασειράζει μὲν ἄκων τὴν πλεονεξίαν, τὸ, καθ' ὧν ἂν βούλοιτο τυραννεῖν, οὐκ ἔχων ἱππήλατον. Ἀλλ' οὖν ἔξω παντελῶς τῆς ἰδίας ἡμᾶς οὐκ ἐφίησι γῆς· μερίζεσθαι δὲ, ὥσπερ ἐπ' ἄμφω κελεύει, εἴς τε τὸ αὐτῷ δοκοῦν, καὶ τὸ τῷ πάντων ∆εσπότῃ. Ἀλλ' ἔστιν ἀμήχανον ἀμώμητον παρ' ἡμῶν τὸν τῆς λα τρείας γενέσθαι τρόπον, εἰ μὴ ὥσπερ πάσης ἐκδε δραμηκότες τῆς τοῦ διαβόλου χώρας, ἀμέτοχοι παν τελῶς τῆς ὑπ' ἐκείνῳ θητείας εὑρισκοίμεθα. Ὅτι δὲ ἀληθὴς ὁ λόγος, ἐξ αὐτῶν τε τῶν τοῦ πανσόφου Μω σέως πληροφορήσω ῥημάτων. Τί γὰρ ἔφη πρὸς Φα ραὼ, "Πορευθέντες, λέγοντα, θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ μου;" βοῶν, οὐ δυνατὸν γενέ σθαι οὕτως· "Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δου λεύειν," καθάπερ ἔφθην εἰπών· καὶ ἔστι τῶν ἀκαλ λεστάτων φαυλότητός τε ὁμοῦ, καὶ τῶν τελούντων εἰς ἀρετὴν ὁρᾶσθαι δημιουργοὺς, καὶ τοῖς τοσοῦτον ἀλλήλων διωρισμένοις τὴν ἰσομοιροῦσαν ἀπονέμειν σπουδὴν, ὡς μαλακίζεσθαι μὲν ἔσθ' ὅτε νοσοῦντα τὸν νοῦν τὸ τῷ διαβόλῳ τετιμημένον, ἀναῤῥώννυ σθαι δὲ αὖθις εἰς τὸ ἀρέσκον Θεῷ, δικαιωτάτην ὥσπερ ἐφ' ἑαυτῷ καλοῦντα τὴν καταβοήν. ∆ι' ὧν γὰρ ἔγνω τιμᾷν, ἃ χρῆν ἑλέσθαι καὶ μόνα τῆς 77.617 ἐκείνοις αἰσχρότητος πῶς ἂν οὐ σφόδρα κατηγορή σειεν; Εἶτα πῶς ἂν αὐτὸς διακρούσαιτο τὴν γραφὴν, τῶν οὕτω κατεγνωσμένων πονηρὸς ἐργάτης ἐληλε γμένος; ∆εῖ τοίνυν φρονήματος ἡμῖν γενναίου τε καὶ νεανικοῦ πρὸς τὸ δύνασθαι καλῶς διὰ πάσης ἀγαθ ουργίας ἰέναι πρὸς Θεὸν, τελείως τε καὶ ὁλοτρόπως· ὅπερ ἂν ἡμῖν ὑπάρξῃ, καὶ λίαν εὐκόλως, εἰ τοῖς ἀρχαιοτέροις ἐθέλοιμεν κατακολουθῆσαι τύποις. Ὄψει τοίνυν τοὺς ἐξ Ἰσραὴλ, τὴν μὲν ἀτιμοτάτην δουλείαν ἐκείνην, ἀποφορτίσασθαι δεῖν ἑλομένους, καὶ τῆς τῶν πάλαι πλεονεκτούντων κατακρατῆσαι χειρὸς, οὐ μήν τινα καὶ δράσαι τῶν τοιούτων ἰσχύ σαντας, εἰ μὴ τεθύκασιν ἐν Αἰγύπτῳ τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ, κατεχρίσθησάν τε τῷ αἵματι, καὶ ἄρτους ἀζύμους ἔφαγον ἐπ' αὐτῷ. ∆ι' εὐλογίας οὖν ἄρα τῆς ἀληθεστέρας καὶ μυστικῆς, ἀνατειχίζεσθαι δεῖ τὰς ἡμετέρας ψυχὰς, εἰ τὸ δουλεύειν ἔτι ταῖς ἁμαρ τίαις παραιτοίμεθα. Οὐδὲ γὰρ ἑτέρως διαδράσαι τις ἂν τὰς ἐκ τῶν ἐπιγείων παθῶν ἀφορήτους καταδρομὰς, εἰ μὴ διὰ τῆς Χριστοῦ μετοχῆς τοῦ κατισχύον τος παραλῦσαι τὴν δύναμιν [τοῦ Φαραὼ], τουτέστι τοῦ Σατανᾶ. ∆ιὰ γάρ τοι ταύτην μάλιστα τὴν αἰτίαν, καίτοι Θεὸς ὢν κατὰ φύσιν, καὶ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς ὁ Μονογενὴς, ἐθελοντὴς "κατέβη πρὸς κένωσιν, μορφὴν δούλου λαβὼν," καθὼς γέγραπται, "καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος," ἵνα τῆς ἡμε τέρας φύσεως τὴν εὐτέλειαν εἰς ὕψος ἀνακομίσῃ μέγα, τὴν οἰκείαν αὐτῇ χαριζόμενος ἀσφάλειαν. Ἄτρεπτος γὰρ ὢν, κατὰ φύσιν, καὶ παθεῖν οὐκ εἰ δὼς τὸ κατωθεῖσθαι πρὸς ἁμαρτίαν, ἑαυτὸν ἀῤῥή τως ἀνέμιξε τῇ λίαν εὐκόλως πρὸς πᾶν ὁτιοῦν τῶν φαύλων κατωθουμένῃ φύσει, φημὶ δὴ τῇ ἀνθρωπί νῃ· καθάπερ ἔφην ἀρτίως, τῆς ἑαυτοῦ φύσεως τὴν ἀσφάλειαν, ὡς ἀσθενούσῃ δωρούμενος, ἵνα φαίνηται λοιπὸν πεπηγὼς εἰς ἀγαθουργίας ὁ ἡμέτερος