Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ζωή. ΑΛΛΟ. Εἰ ζωοποιεῖ τοῦ Πατρὸς ἡ γνῶσις τοὺς ἔχοντας αὐτὴν, ζωοποιεῖ δὲ ὁμοίως καὶ ἡ τοῦ Υἱοῦ, πῶς οὐκ ἔσται κατ' οὐσίαν ὁ αὐτὸς, ὁ ταῖς τοῦ Πατρὸς ἰδιότησιν οὕτω διαπρέπων, ὡς ἂν εἰ καὶ αὐτὸς ὁ Πατήρ; ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Ὥσπερ ὁ Πατὴρ, φησὶν, ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ· Ἐνταῦθα τοῖς οὐκ ἐθέλουσι νοεῖν ὀρθῶς, εἰς πολλὴν ὁ λόγος κινδυνεύσει δυσφημίαν ἐκπεσεῖν. Εἰ γὰρ ἔχειν ἐν ἑαυτῷ λέγεται ζωὴν ὁ Πατὴρ, ἕτερόν τί ἐστιν αὐτὸς παρὰ τὴν ἐν αὐτῷ ζωήν. Εἰ δὲ τοῦτο διπλόη τις ὥσπερ καὶ σύνθεσις περὶ αὐτὸν νοηθήσεται, πῶς οὖν ἁπλοῦς καὶ σύνθετος κατ' οὐσίαν ὁ Θεός; Ἀλλὰ τοῦτο ἄτοπον. Ἡ ζωὴ ἄρα ἣν ἔχει ὁ Πατὴρ ἐν ἑαυτῷ, οὐχ ἑτέρα τίς ἐστι παρὰ τὸν Υἱόν· καὶ πάλιν ἡ ἐν Υἱῷ ζωὴ, οὐχ ἑτέρα τίς ἐστι παρὰ τὸν Πατέρα, καὶ ἀληθεύει λέγων· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. ΑΛΛΟ. Τὰ προσόντα τῷ Θεῷ καὶ Πατρὶ φυσικά τε καὶ οὐσιώδη λέγων ἰδιώματα, φησί που Παῦλος· Ὁ μόνος ἔχων ἀθανασίαν. Εἰ τοίνυν οὐδὲν ἕτερόν τις ὁριεῖται λέγων τὴν ἀθανασίαν παρὰ τὴν ζωὴν, αὔτη δέ ἐστιν ὁ Υἱὸς ὁ λέγων· Ἐγώ εἰμι ἡ ζωὴ, ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, τὸν Υἱὸν δηλονότι, καὶ οὐχ ἕτερόν τι παρ' αὐτόν. Αὐτός τε ὁμοίως ὑπάρχων ζωὴ, δέδωκεν ἑαυτὸν τῷ Υἱῷ· οὐχ ὡς σῶμα χωρήσας ἐν σώματι, οὐδ' ὡς τῷ Υἱῷ παραχωρήσας τὴν ἰδίαν ὑπόστασιν, καὶ ἐν αὐτῷ λοιπὸν τὸ εἶναι ἔχων· ἀλλ' ὑπάρχων μὲν τοῦθ' ὅπερ ἐστὶν ἀεὶ Πατὴρ καὶ Θεός. Τῇ δὲ τῆς οὐσίας ταυτότητι καὶ τῇ τῆς φύσεως ἑνότητι πρὸς τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον ἀποῤῥήτως συνδούμενος. ΑΛΛΟ. Ὅσα προσεῖναι λέγεται τῷ Πατρὶ φυσικῶς τε καὶ οὐσιωδῶς, ταῦτα πάντα ἐστὶν ὁ Υἱός. Μόνος ἀληθινὸς λέγεται Θεὸς ὁ Πατὴρ, ἐπειδὴ μόνος ἔχει τὸν Υἱὸν τὸν λέγοντα· Ἐγώ εἰμι ἡ ἀλήθεια. Σοφὸς καὶ δυνατὸς ὁμοίως, ἐπεὶ Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Μόνος λέγεται φῶς οἰκεῖν ἀπρόσιτον· ἔχει γὰρ ἐν ἑαυτῷ τὸν λέγοντα· Ἐγώ εἰμι τὸ φῶς. Μόνος ἔχειν ἀθανασίαν λέγεται· ἔχει γὰρ ἐν ἑαυτῷ τὸν λέγοντα Υἱόν· Ἐγώ εἰμι ἡ ζωή. Εἰ τοίνυν σύμπαν τὸ τοῦ Πατρὸς ἴδιον, τοῦτό ἐστιν ὁ Υἱὸς, ὅταν λέγηται 75.245 ζωὴν ἔχειν ὁ Πατὴρ ἐν ἑαυτῷ, τὸν Υἱὸν σημαίνει, καὶ οὐχ ἕτερόν τι παρ' αὐτόν. Ὑπάρχων δὲ καὶ αὐτὸς ἐν Υἱῷ κατὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον, καὶ ζωὴ κατὰ φύσιν ὢν, δέδωκεν ἑαυτὸν αὐτῷ. ΑΛΛΟ. Ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, δέχεσθαι παρὰ τοῦ Πατρὸς ταύτην φησὶν, οὐχ ᾗ Λόγος ἐστὶν ἢ ἀπαύγασμα φυσικῶς ἔχει τὰ τοῦ Πατρὸς ἴδια, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος, ᾧ πάντα θεόσδοτα. Καταστήσει δὲ τοῦτο σαφὲς ἐν τοῖς ἐφεξῆς, τοῦ δεδόσθαι τὴν αἰτίαν ἐξηγούμενος. Ἐξουσίαν γὰρ, φησὶν, ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Εἰ δὲ ἐπειδήπερ Υἱὸς ἀνθρώπου ἐστὶ, τὴν ἐπὶ τῷ κρίνειν ἐξουσίαν εἰληφέναι λέγεται, τὸν αὐτὸν ἀνακυκλώσαντες λόγον ἐροῦμεν· Ἐπειδὴ Υἱὸς ἀνθρώπου γέγονε, τὴν ὁμοιότητα φορέσας τῶν παρὰ Θεοῦ δέχεσθαι τὰ πάντα πεφυκότων, καὶ ζωὴν εἰληφέναι λέγεται, μόνῃ καὶ γυμνῇ τῇ θείᾳ φύσει τηρῶν, καὶ τὸ μετοχῆς τινος ἀνεπίδεκτον καὶ τὸ δύνασθαι τοῖς πᾶσι τὰ πάντα χορηγεῖν
ΛΟΓΟΣ ΙΕ.
Εἰς τὸ ἐν ταῖς Παροιμίαις, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ὅτι τὸ, ἔκτισεν, οὐ κατὰ τῆς οὐσίας τοῦ Λόγου κεῖται· οὐδὲ κτίσμα ἢ ποίημα ὁ Υἱός. Οἱ τῆς Ἀρείου μανίας προστάται τὴν ἑαυτῶν ἀσέβειαν πιθανοῖς, ὡς οἴονται, καλλωπίζοντες ῥήμασι, λέγουσι· Κτίσμα ἐστὶν ὁ Υἱὸς, ἀλλ' οὐχ ὡς ἒν τῶν κτισμάτων· ποίημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν γεννημάτων. Πρὸς ταῦτα λύσεις ἐφεξῆς διάφοροι. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, πῶς οὐχ ἓν τῶν ποιημάτων· καὶ εἰ ὅλως κτίσμα, πῶς οὐχ ἓν τῶν κτισμάτων; Ἔστι γὰρ τοῦτο