1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

77

92.1 Τοῖς θεοφιλεστάτοις καὶ ὁσιωτάτοις ἀδελφοῖς συλλει τουργοῖς, τοῖς

κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίαν ὁμοψύχοις ἐπισκόποις Μελέτιος, Εὐσέβιος, Βασίλειος, Βάσσος, Γρηγόριος, Πελάγιος, Παῦλος, Ἄνθιμος, Θεόδοτος, Βῖτος, Ἀβραάμιος, Ἰοβῖνος, Ζήνων, Θεοδώρητος, Μαρκιανός, Βάραχος, Ἀβραάμιος, Λιβάνιος, Θαλάσσιος, Ἰωσήφ, Βοηθός, Ἀτρεῖος, Θεόδοτος, Εὐστάθιος, Βαρσούμας, Ἰωάννης, Χοσσορόης, Ἰωσάκης, Νάρσης, Μάρις, Γρηγόριος, ∆αφνὸς ἐν Κυρίῳ χαίρειν. Φέρει μέν τινα παραμυθίαν ταῖς ὀδυνωμέναις ψυχαῖς καὶ στεναγμὸς πολλάκις ἐκ τοῦ βάθους τῆς καρδίας ἀνα πεμπόμενος, καί που καὶ δάκρυον ἀποστάξαν τὸ πολὺ τῆς θλίψεως διεφόρησεν. Ἡμῖν δὲ οὐχ ὅσην στεναγμὸς καὶ δάκρυον παραμυθίαν ἔχει τὸ ἐξειπεῖν ἡμῶν τὰ πάθη τῇ ἀγάπῃ ὑμῶν, ἀλλά τις ἡμᾶς καὶ ἐλπὶς χρηστοτέρα θάλπει, ὡς τάχα ἄν, εἰ ἐξαγγείλαιμεν ὑμῖν τὰ λυποῦντα, διανα στήσομεν ὑμᾶς πρὸς τὴν ἀντίληψιν ἡμῶν, ἣν πάλαι μὲν προσεδοκήσαμεν παρ' ὑμῶν ταῖς κατὰ τὴν Ἀνατολὴν Ἐκκλησίαις γενήσεσθαι, οὐδέπω δὲ τετυχήκαμεν, πάντως που τοῦ ἐν σοφίᾳ τὰ ἡμέτερα διοικοῦντος Θεοῦ κατὰ τὰ ἀθεώ ρητα αὐτοῦ τῆς δικαιοσύνης κρίματα πλείονι χρόνῳ παρα ταθῆναι ἡμᾶς ἐν τοῖς πειρασμοῖς τούτοις οἰκονομήσαντος. Οὐ γὰρ δήπου ἠγνοήσατε τὰ καθ' ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, ὧν ἡ ἀκοὴ καὶ εἰς τὰ ἔσχατα τῆς οἰκουμένης διέδραμεν, οὐδὲ ἀσυμπαθεῖς που ὑμεῖς πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, μαθηταὶ ὑπάρχοντες τοῦ Ἀποστόλου τοῦ πλήρωμα εἶναι τοῦ νόμου τὴν πρὸς τὸν πλησίον ἀγάπην διδάσκοντος. Ἀλλ', ὅπερ εἴπομεν, ἐπέσχεν ὑμῶν τὴν ὁρμὴν ἡ δικαία τοῦ Θεοῦ κρίσις, ἐκπληρωθῆναι ἡμῖν τὴν διατε ταγμένην ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν θλίψιν ἐπιμετροῦσα. Ἀλλὰ νῦν γοῦν καὶ πρὸς τὸν ὑπὲρ τῆς ἀληθείας ζῆλον καὶ τὴν ἡμετέραν συμπάθειαν διαναστῆναι ὑμᾶς παρακαλοῦμεν, πάντα μαθόντας, καὶ ὅσα πρὸ τούτου τὰς ἀκοὰς ὑμῶν διέφυγε, παρὰ τοῦ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν τοῦ συν διακόνου Σαβίνου, ὃς δυνήσεται ὑμῖν καὶ ὅσα τὴν ἐπι στολὴν διαφεύγει παρ' ἑαυτοῦ διηγήσασθαι· δι' οὗ παρακα λοῦμεν ὑμᾶς ἐνδύσασθαι σπλάγχνα οἰκτιρμοῦ καὶ ἀποθέσθαι μὲν πάντα ὄκνον, ἀναλαβεῖν δὲ τὸν κόπον τῆς ἀγάπης, καὶ μήτε ὁδοῦ μῆκος μήτε τὰς κατ' οἶκον ἀσχολίας μήτ' ἄλλο τι τῶν ἀνθρωπίνων ὑπολογίσασθαι. 92.2 Οὐ γὰρ περὶ μιᾶς Ἐκκλησίας ὁ κίνδυνος, οὐδὲ δύο ἢ τρεῖς αἱ τῷ χαλεπῷ τούτῳ χειμῶνι περιπεσοῦσαι. Σχεδὸν γὰρ ἀπὸ τῶν ὅρων τοῦ Ἰλλυρικοῦ μέχρι Θηβαΐδος τὸ τῆς αἱρέσεως κακὸν ἐπινέμεται. Ἧς τὰ πονηρὰ σπέρματα πρότερον μὲν ὁ δυσώνυμος Ἄρειος κατεβάλετο· ῥιζωθέντα δὲ διὰ βάθους ὑπὸ πολλῶν τῶν ἐν μέσῳ φιλοπόνως τὴν ἀσέβειαν γεωργησάντων, νῦν τοὺς φθοροποιοὺς καρποὺς ἐξεβλάστησεν. Ἀνατέτραπται μὲν τὰ τῆς εὐσεβείας δόγματα, συγκέχυνται δὲ Ἐκκλησίας θεσμοί. Φιλαρχίαι δὲ τῶν μὴ φοβουμένων τὸν Κύριον ταῖς προστασίαις ἐπιπη δῶσι καὶ ἐκ τοῦ προφανοῦς λοιπὸν ἆθλον δυσσεβείας ἡ προεδρία πρόκειται, ὥστε ὁ τὰ χαλεπώτερα βλασφημήσας εἰς ἐπισκοπὴν λαοῦ προτιμότερος. Οἴχεται σεμνότης ἱερα τική, ἐπιλελοίπασιν οἱ ποιμαίνοντες μετ' ἐπιστήμης τὸ ποίμνιον τοῦ Κυρίου, οἰκονομίας πτωχῶν εἰς ἰδίας ἀπο λαύσεις καὶ δώρων διανομὰς παραναλισκόντων ἀεὶ τῶν φιλαρχούντων. Ἠμαύρωται κανόνων ἀκρίβεια, ἐξουσία τοῦ ἁμαρτάνειν πολλή. Οἱ γὰρ σπουδαῖς ἀνθρωπίναις παρελθόν τες ἐπὶ τὸ ἄρχειν ἐν αὐτῷ τούτῳ τῆς σπουδῆς τὴν χάριν ἀνταναπληροῦσι τῷ πάντα πρὸς ἡδονὴν ἐνδιδόναι τοῖς ἁμαρτάνουσιν. Ἀπόλωλε κρίμα δίκαιον, πᾶς τις τῷ θελή ματι τῆς καρδίας αὐτοῦ πορεύεται. Ἡ πονηρία ἄμετρος, οἱ λαοὶ ἀνουθέτητοι, οἱ προεστῶτες ἀπαρρησίαστοι. ∆οῦλοι γὰρ τῶν δεδωκότων τὴν χάριν οἱ δι' ἀνθρώπων ἑαυτοῖς τὴν δυναστείαν κατακτησάμενοι. Ἤδη δὲ καὶ ὅπλον τισὶ τοῦ πρὸς ἀλλήλους πολέμου ἡ ἐκδίκησις δῆθεν τῆς ὀρθοδοξίας ἐπινενόηται, καὶ τὰς ἰδίας ἔχθρας ἐπικρυψάμενοι ὑπὲρ τῆς εὐσεβείας ἐχθραίνειν κατασχηματίζονται. Ἄλλοι δὲ τὸν ἐπὶ