οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
νοῦς, καὶ τὰ τῆς σαρκὸς κολάζηται πάθη, νενεκρωμένα παντελῶς τῇ δυνάμει τοῦ κατοικήσαντος ἐν αὐτῇ, τουτέστι τοῦ Θεοῦ Λόγου. Καὶ γοῦν ἐπιστέλλει λέγων ὁ Παῦλος· "Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθέ νει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίω μα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα." Κατακέκριται τοίνυν ἡ ἁμαρτία, νεκρωθεῖσα μὲν πρῶτον ἐν Χρι στῷ, νεκρωθησομένη δὲ καὶ ἐν ἡμῖν, ὅταν αὐτὸν ταῖς οἰκείαις ψυχαῖς εἰσοικίζωμεν διὰ τῆς πίστεως καὶ τῆς μετουσίας τοῦ Πνεύματος, συμμόρφους ἡμᾶς ἀποτελοῦντος Χριστῷ, διὰ τῆς ἐν ἁγιασμῷ δηλονότι ποιότητος. Μορφὴ γὰρ ὥσπερ τίς ἐστι τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ Πνεῦμα αὐτοῦ, τὸν θεῖον ἡμῶν ἐξεικονισμὸν ἐναποθλῖβον τρόπον τινὰ δι' ἑαυτοῦ. Τοιγάρτοι, καὶ ὡς αὐτὸς ὀνομάζεται παρὰ ταῖς θεοπνεύστοις Γραφαῖς, οὐχ ἕτερον ὃν παρ' αὐτὸν, ὅσον εἰς ταυτότητα τῆς οὐσίας καὶ εἰς ἐνέργειαν τὴν 77.620 θεοπρεπῆ. Καὶ γοῦν αὐτοῦ λέγοντος τοῦ Σωτῆρος ἡμῶν· "Ἐγώ εἰμι ἡ ἀλήθεια," γράφει μὲν Ἰωάννης, ὅτι "Τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια·" πάλιν δὲ Παῦλος, ὁ τοῖς ἱεροῖς ἐντεθραμμένος Γράμμασιν· "Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐλευθερία." Ἀκούεις ὅπως τετήρηκεν ἀστείως ὁ μυσταγωγὸς, τῷ τε Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, καὶ τὸ ἐν οὐσίᾳ ταυτὸν, καὶ τὸ νοεῖσθαι διῃρημένως, κατά γε τὸ ὑφεστάναι φημὶ, τοῦθ' ὅπερ ἑκάτερον εἶναι λέγεται, καὶ ἔστιν ἀληθῶς. Πνεῦμα γὰρ εἰκότως νοοῖτ' ἂν τὸ Πνεῦμα, καὶ οὐχ Υἱὸς, μᾶλλον δὲ Πνεῦμα τοῦ Υἱοῦ, διαπλάττον καὶ ἀναμορ φοῦν εἰς αὐτὸν τὰ ἐν οἷς ἂν γένοιτο μεθεκτῶς, ἵνα τοῦ ἰδίου γεννήματος διαπρέποντας ἐν ἡμῖν τοὺς χαρακτῆρας ὁρῶν ὁ Θεὸς καὶ Πατὴρ ἀγαπήσῃ λοι πὸν ὡς τέκνα, καὶ ταῖς ὑπερκοσμίοις καταφαιδρύνῃ τιμαῖς. Τοῦτο δ' ἂν γένοιτο φανοτάτη πάλιν ἀπόδει ξις τὸ πάλαι τεθεσπισμένον διὰ τοῦ πανσόφου Μω σέως. Τί γὰρ ἔφη πρὸς αὐτόν; "Ἁγίασόν μοι πᾶν πρωτότοκον, πρωτογενὲς διανοῖγον μήτραν·" τὸ, Ἁγίασον, εἰπὼν, ἀντὶ τοῦ, Κατάγραψον καὶ ἀνάθες ὡς ἱερὸν καὶ τῷ Θεῷ χρεωστούμενον. Οὐδὲ γὰρ, οἶμαι, φαίη τις ἂν, ὡς ἔστι τῶν ἐφικτῶν τοῦ θείου τε καὶ ἁγίου Πνεύματος Μωσέα φαίνεσθαι χορηγὸν, καὶ τὸν ἐν οἰκέτου τάξει καὶ ὑπηρέτου παρειλημμέ νον, τοῖς τοῦ ∆εσπότου πλεονεκτήμασιν ἐναβρύνε σθαι, καὶ τὰ μόνῳ τε καὶ ἰδικῶς πρέποντα τῷ Θεῷ δύνασθαι κατορθοῦν. Τί οὖν ἄρα διετύπου Μωσῆς; τί δὲ προσελάλει τοῖς υἱοῖς Ἰσραήλ; "Καὶ ἔσται, φησὶ, ἐὰν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δώσει σοι αὐτήν· καὶ ἀφελεῖς πᾶν διανοῖγον μή τραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ." Ἁγιάζεσθαι κελεύει πᾶν πρωτότοκον διανοῖγον μήτραν. Ἅγιοι γὰρ πάν τες οἷσπερ ἂν ἡ εἰκὼν ἀναστράπτουσα φαίνοιτο τοῦ ἁγίου καὶ πρωτοτόκου, φημὶ δὴ Χριστοῦ. Νοητοῦ δὲ πράγματος, καὶ τῆς ἐν πνεύματι νοουμένης συμμορ φίας, τὴν σωματικὴν ὁμοίωσιν εἰς τύπον προλαβὼν, ἔδειξεν ὁ νόμος τοῦ Θεοῦ καὶ Πατρὸς τὴν προαιώ νιον βούλησιν. ∆ιὸ καὶ Παῦλός φησι, διὰ τῆσδε τῆς νομοθεσίας, ὥς γέ μοι φαίνεται, τὸ μέγα τοῦτο συν εὶς μυστήριον· "Οὓς γὰρ ἔγνω, καὶ προώρισε συμ μόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, τούτους καὶ ἐκάλεσε, τούτους καὶ ἡγίασεν· οὓς δὲ ἡγίασε, τού τους καὶ ἐδόξασεν." Ἀλλὰ φέρε δὴ πάλιν ὡς ἔνι καλῶς τὸν τοῦ θεωρήματος καταλεπτύνοντες νοῦν, ἐπαθρήσωμεν ἀκριβέστερον· ὁποίαν μὲν εἰκότως περιθείη τις ἂν τῷ Χριστῷ τὴν μορφὴν, ἴοι δ' ἂν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος. γʹ. Ἀλλ' ἔστιν οὐκ ἀμφίλογον, ὡς ἐκεῖνο δὴ πάν τως τὸ ὑπερκόσμιον κάλλος, ὅπερ ἂν νοοῖτο τυχὸν ἐπ' αὐτῆς τῆς πάντα ὑπερκειμένης οὐσίας, φημὶ δὴ 77.621 τῆς θείας καὶ ὑπὲρ νοῦν. Ἧσπερ ἂν οὐχ ἑτέρως ἐν ταῖς ἡμετέραις ψυχαῖς ὁ χαρακτὴρ ἐμφαίνοιτο, εἰ μὴ τῆς θείας φύσεως ἀποτελοίμεθα κοινωνοὶ, τό τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ δεξάμενοι Πνεῦμα, καὶ καθά περ ὁ Παῦλος ἔφη, "Τὴν αὐτὴν εἰκόνα μεταμορ φούμενοι, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος." Ἐν πράγμασι δὲ δηλονότι, καὶ ἐν