1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

78

τοῖς αἰσχίστοις ἐκκλίνοντες ἔλεγχον τοὺς λαοὺς εἰς τὴν κατ' ἀλλήλων φιλονεικίαν ἐκμαίνουσιν, ἵνα τοῖς κοι νοῖς κακοῖς τὸ καθ' ἑαυτοὺς συσκιάσωσι. ∆ιὸ καὶ ἄσπονδός ἐστιν ὁ πόλεμος οὗτος, τῶν τὰ πονηρὰ εἰργασμένων τὴν κοινὴν εἰρήνην ὡς ἀποκαλύπτουσαν αὐτῶν τὰ κρυπτὰ τῆς αἰσχύνης ὑφορωμένων. Ἐπὶ τούτοις γελῶσιν οἱ ἄπιστοι, σαλεύονται οἱ ὀλιγόπιστοι· ἀμφίβολος ἡ πίστις, ἄγνοια κατακέχυται τῶν ψυχῶν, διὰ τὸ μιμεῖσθαι τὴν ἀλήθειαν τοὺς δολοῦντας τὸν λόγον ἐν κακουργίᾳ. Σιγᾷ μὲν γὰρ τὰ τῶν εὐσεβούντων στόματα, ἀνεῖται δὲ πᾶσα βλάσφημος γλῶσσα· ἐβεβηλώθη τὰ ἅγια, φεύγουσι τοὺς εὐκτηρίους οἴκους οἱ ὑγιαίνοντες τῶν λαῶν ὡς ἀσεβείας διδασκαλεῖα, κατὰ δὲ τὰς ἐρημίας πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ∆εσπότην μετὰ στεναγμῶν καὶ δακρύων τὰς χεῖρας αἴρουσιν. Ἔφθασε δὲ πάντως καὶ μέχρις ὑμῶν τὰ γινόμενα ἐν ταῖς πλείσταις τῶν πόλεων, ὅτι οἱ λαοὶ σὺν γυναιξὶ καὶ παισὶ καὶ αὐτοῖς τοῖς πρεσβύταις πρὸ τῶν τειχῶν ἐκχυθέντες ἐν τῷ ὑπαίθρῳ τελοῦσι τὰς προσευχάς, φέροντες πάσας τὰς ἐκ τοῦ ἀέρος κακοπαθίας σὺν πολλῇ τῇ μακροθυμίᾳ, τὴν παρὰ τοῦ Κυρίου ἀντίληψιν ἀναμένοντες. 92.3 Τίς θρῆνος τῶν συμφορῶν τούτων ἄξιος; Ποῖαι πηγαὶ δακρύων κακοῖς τοσούτοις ἐξαρκέσουσιν; Ἕως οὖν ἔτι δοκοῦσιν ἑστάναι τινές, ἕως ἔτι ἴχνος τῆς παλαιᾶς κατα στάσεως διασώζεται, πρὶν τέλεον ταῖς Ἐκκλησίαις ἐπελ θεῖν τὸ ναυάγιον, ἐπείχθητε πρὸς ἡμᾶς, ἐπείχθητε ἤδη, ναὶ δεόμεθα, ἀδελφοὶ γνησιώτατοι· δότε χεῖρα τοῖς εἰς γόνυ κλιθεῖσι. Συγκινηθήτω ἐφ' ἡμῖν τὰ ἀδελφικὰ ὑμῶν σπλάγχνα, προχυθήτω δάκρυα συμπαθείας. Μὴ παρίδητε τὸ ἥμισυ τῆς οἰκουμένης ὑπὸ τῆς πλάνης καταποθέν, μὴ ἀνάσχησθε ἀποσβεσθῆναι τὴν πίστιν παρ' οἷς πρῶτον ἐξέλαμψε. Τί οὖν ποιήσαντες ἀντιλήψεσθε τῶν πραγμάτων καὶ πῶς τὸ πρὸς τοὺς θλιβομένους συμπα θὲς ἐπιδείξεσθε, οὐ παρ' ἡμῶν πάντως δεήσει μανθάνειν ὑμᾶς, ἀλλ' αὐτὸ τὸ Πνεῦμα τὸ Ἅγιον ὑμῖν ὑποθήσεται. Πλήν γε ὅτι τάχους χρεία πρὸς τὸ περισώσασθαι τοὺς ὑπολειφθέντας καὶ παρουσίας ἀδελφῶν πλειόνων, ὥστε πλήρωμα εἶναι συνόδου τοὺς ἐπιδημοῦντας, ἵνα, μὴ μόνον ἐκ τῆς τῶν ἀποστειλάντων σεμνότητος, ἀλλὰ καὶ ἐκ τοῦ οἰκείου ἀριθμοῦ, τὸ ἀξιόπιστον ἔχωσιν εἰς διόρθωσιν· οἳ καὶ τὴν ἐν Νικαίᾳ γραφεῖσαν παρὰ τῶν Πατέρων ἡμῶν πίστιν ἀνανεώσονται καὶ τὴν αἵρεσιν ἐκκηρύξουσι καὶ ταῖς Ἐκκλησίαις τὰ εἰρηνικὰ διαλέξονται τοὺς τὰ αὐτὰ φρο νοῦντας συνάγοντες εἰς ὁμόνοιαν. Τοῦτο γὰρ δήπου τὸ πάντων ἐλεεινότατον, ὅτι καὶ τὸ δοκοῦν ὑγιαίνειν ἐφ' ἑαυτὸ ἐμερίσθη, καὶ περιέστηκεν ἡμᾶς, ὡς ἔοικε, παραπλήσια πάθη τοῖς ποτε κατὰ τὴν Οὐεσπασιανοῦ πολιορκίαν τὰ Ἱεροσόλυμα περισχοῦσιν. Ἐκεῖνοί τε γὰρ ὁμοῦ μὲν τῷ ἔξωθεν συνείχοντο πολέμῳ, ὁμοῦ δὲ καὶ τῇ ἔνδοθεν στάσει τῶν ὁμοφύλων κατανηλίσκοντο. Ἡμῖν δέ, πρὸς τῷ φανερῷ πολέμῳ τῶν αἱρετικῶν, ἔτι καὶ ὁ παρὰ τῶν δοκούντων ὁμο δοξεῖν ἐπαναστὰς εἰς ἔσχατον ἀσθενείας τὰς Ἐκκλησίας κατήγαγεν. Ἐφ' ἅπερ καὶ μάλιστα τῆς παρ' ὑμῶν χρῄζο μεν βοηθείας, ὥστε τοὺς τὴν ἀποστολικὴν ὁμολογοῦντας πίστιν, ἅπερ ἐπενόησαν σχίσματα διαλύσαντας, ὑποτα γῆναι τοῦ λοιποῦ τῇ αὐθεντίᾳ τῆς Ἐκκλησίας, ἵνα ἄρτιον γένηται τὸ σῶμα τοῦ Χριστοῦ, πᾶσι τοῖς μέλεσιν εἰς ὁλο κληρίαν ἐπανελθόν, καὶ μὴ μόνον τὰ παρ' ἑτέροις μακα ρίζωμεν ἀγαθά, ὅπερ νῦν ποιοῦμεν, ἀλλὰ καὶ τὰς ἡμετέρας αὐτῶν Ἐκκλησίας ἐπίδωμεν τὸ ἀρχαῖον καύχημα τῆς ὀρθοδοξίας ἀπολαβούσας. Τῷ ὄντι γὰρ τοῦ ἀνωτάτου μακα ρισμοῦ ἄξιον τὸ τῇ ὑμετέρᾳ θεοσεβείᾳ χαρισθὲν παρὰ τοῦ Κυρίου, τὸ μὲν κίβδηλον ἀπὸ τοῦ δοκίμου καὶ καθαροῦ δια κρίνειν, τὴν δὲ τῶν Πατέρων πίστιν ἄνευ τινὸς ὑποστολῆς κηρύσσειν, ἣν καὶ ἡμεῖς ἐδεξάμεθα καὶ ἐπέγνωμεν ἐκ τῶν ἀποστολικῶν χαρακτήρων μεμορφωμένην, συνθέμενοι καὶ αὐτῇ καὶ πᾶσι τοῖς ἐν τῷ συνοδικῷ γράμματι κανονικῶς καὶ ἐνθέσμως δεδογματισμένοις.