Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ὄντος εἰς τὸ εἶναι παράγειν, ἔσται δυνάμει δημιουργὰ καὶ τὰ ἄλλα ποιήματα, καὶ εἰ μήπω τοῦτο διὰ τῆς ἐνεργείας ὁρᾶται· ὥσπερ ἀμέλει καὶ ὁ παῖς ὁ βραχεῖαν ἄγων ἔτι τὴν ἡλικίαν, δυνάμει μὲν σπερματιστὴς, καθὸ καὶ ἀνήρ ἐστιν, οὔπω δὲ τῇ ἐνεργείᾳ. Τὸ δὲ ἔχον τι πεφυκὸς, οὐκ ἂν λέγοιτο μὴ ἔχειν, εἰ καὶ μήπω τοῦτο φαίνεται κρυπτομένης ἔτι τῆς φυσικῆς ἐνεργείας, διά τινα πρόφασιν, ἢ διὰ τὸν χρόνον. Οὐκοῦν ἔσται δημιουργὰ καὶ τὰ ἄλλα ποιήματα, καὶ τὸ περιττὸν οὐδὲν ἐν Θεῷ. Ἀλλὰ τοῦτο ἄτοπον. Οὐδὲν γὰρ τῶν ποιημάτων δημιουργεῖ. Οὐκ ἄρα κτίσμα ἐστὶν ὁ Υἱὸς, δι' οὗ τὰ πάντα ἐγένετο, ἵνα μὴ τὸ αὐτὸ φαίνηται ποιοῦν καὶ ποιούμενον, κτίζον καὶ κτιζόμενον· Θεὸς δὲ μᾶλλον ὡς ἐκ Θεοῦ καὶ Πατρός. ΑΛΛΟ, μετὰ συμπλοκῆς ἑτέρου συλλογισμοῦ. Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, πῶς αὐτὸς μόνος ἀποκαλύπτει τὸν Πατέρα, τῶν ἄλλων κτισμάτων οὐκ ἐχόντων τοῦτο ποιεῖν; Πῶς δὲ μόνος ὁ Υἱὸς γινώσκει τὸν Πατέρα, τῶν ἄλλων ποιημάτων οὐκ εἰδότων ὅπερ ἐστίν; Οὐδεὶς γὰρ, φησὶ, γινώσκει τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Πῶς δὲ Θεὸν μηδενὸς ἑωρακότος πώποτε, καθά φησιν ὁ εὐαγγελιστὴς, βλέπει μόνος ὁ Υἱός; Γέγραπται γὰρ οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός; Οὐκοῦν εἰ μόνος ὁ Υἱὸς ὁρᾷ καὶ γινώσκει τὸν Πατέρα, καὶ ἀποκαλύπτει αὐτὸν, οὐκ ἄρα κτίσμα ἐστὶν, ἀλλ' ἴδιος αὐτοῦ Λόγος, ὅπερ ἐστὶν αὐτὸς κατὰ φύσιν· τοῦτο ὑπάρχειν εἰδὼς καὶ τὸν ὅθεν ἐβλάστησε, Πατέρα, καὶ ἐν ἑαυτῷ δεικνύων αὐτὸν, καίτοι τῶν ἄλλων κτισμάτων οὐ δυναμένων τοῦτο ποιεῖν. Οὐ γὰρ ἐν τοῖς ποιήμασιν ἡ τοῦ ποιοῦντος ὁμοιότης σώζεται, οὐδὲ ἐν τοῖς γενητοῖς ὁ ἀγέννητος, οὐδὲ ἐν τοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρηγμένοις ὁ ἀεὶ καὶ ὡσαύτως ὢν ὁραθήσεται. Φαίνεται δὲ ἐν Υἱῷ· ἔστι γὰρ εἰκὼν ἀπαράλλακτος αὐτοῦ. Ὅμοιος οὖν κατ' οὐσίαν ἐστὶ τοῦ Πατρὸς, οὐ κτίσμα καὶ ποίημα. Ἐπειδὴ τούτων οὐδέν ἐστιν ὁ Πατὴρ, πρὸς ὃν καὶ μεμόρφωται. 75.252 Ἀπόδειξις ἐξ ἐπιτηρήσεων γραφικῶν, ὅτι ὡς Θεὸς οὐδὲν τῶν κτισμάτων προσκυνεῖται· οὔτε μὴν προσκυνούμενα ἀνέχεται προσκυνεῖσθαι ἢ δοξολογεῖσθαι. Ὁ μακάριος Πέτρος προσκυνοῦντα τὸν Κορνήλιον, διακωλύει λέγων· Μὴ ποίει· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι. Ἐκώλυσεν ἄγγελος προσκυνοῦντα τὸν Ἰωάννην ἐν τῇ αὐτοῦ Ἀποκαλύψει, λέγων· Ὅρα μὴ σύνδουλός σου εἰμὶ, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν φυλασσόντων τοὺς λόγους τοῦ βιβλίου τούτου. Τὸν Μανωὲ τοῦ Σαμψὼν τὸν πατέρα θυσίαν προσάγοντα, κεκώλυκεν ὁ ἄγγελος λέγων· Καὶ ἐὰν ποιήσῃς ἔριφον, Κυρίῳ ποιήσεις αὐτόν. Περὶ δὲ τοῦ Υἱοῦ γέγραπται· Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Ἐν τῷ Ἡσαΐᾳ γέγραπται πάλιν· Καὶ ἐν σοὶ προσκυνήσουσι, καὶ ἐν σοὶ προσεύξονται. Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν· ὁ Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Εἴη δ' ἂν εἰκότως τῶν ἐξ ἐθνῶν κεκλημένων ἡ τοιαύτη φωνὴ λοιπὸν ἐπεγνωκότων Θεόν. Εἰ δὲ τὸν Υἱὸν ἐπιγνόντες, Θεὸν ἐπέγνωσαν, καὶ ὡς Θεῷ προσκυνοῦσιν, οὐκ ἄρα κτίσμα ἐστὶν, ἵνα μὴ πάλιν κτίσματι λατρεύῃ τὰ ἔθνη παρὰ τὸν κτίσαντα. ΑΛΛΟ. Λέγει πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ὁ Χριστός· Ὑμεῖς καλεῖτέ με, ὁ Κύριος καὶ ὁ ∆ιδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Εἶτα λέγει πρὸς αὐτὸν ὁ Θωμᾶς· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου, καὶ οὐκ ἀπεκώλυσε ταῦτα λέγοντα τὸν μαθητὴν ὡς οἱ ἄγγελοι τοὺς ἁγίους. Καὶ ὁ Ψαλμῳδός· Ὁ θρόνος σου, ὁ Θεὸς, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἀλλ' εἴπερ ἦν κτίσμα καὶ αὐτὸς, οὐκ ἂν προσεκυνήθη, οὐκ ἂν ἐκλήθη Κύριος, οὐκ ἂν ἠνέσχετο ἀκούων τινὸς λέγοντος· Σὺ εἶ ὁ Θεός μου. Ἐπειδὴ δὲ κατὰ φύσιν ταῦτά ἐστιν, ἔχων τὰ τοῦ Πατρὸς ὡς Υἱὸς καὶ γνήσιον γέννημα, καὶ ἀποδέχεται τοὺς τὰ τοιαῦτα λέγοντας, ὡς ὁμολογοῦντας τὸ ἀληθές. ΑΛΛΟ. Ἀντίθεσις ἀπὸ τῶν Ἀρείου δογμάτων, αἰτίαν ἔχουσα τοῦ πεποιῆσθαι τὸν Υἱὸν, ὡς αὐτοὶ νομίζουσιν ἀληθῆ, καὶ λύσις ἐφεξῆς μετὰ πι θανότητος συλλογισμῶν. Βουλόμενος, φασὶν, ὁ τῶν ὅλων Θεὸς τὴν τῶν γενητῶν ὑποστῆσαι φύσιν, ἐπεὶ μὴ ἠδύνατο χωρεῖν αὕτη τὴν ἄκρατον αὐτοῦ δύναμιν, κτίζει πρῶτον τὸν Υἱὸν, ὃν καὶ Λόγον ὠνόμασεν· ἵνα δι' αὐτοῦ τἄλλα γένηται μέσου γενομένου χωρεῖν ἰσχύοντα