79
93.τ ΠΡΟΣ ΚΑΙΣΑΡΙΑΝ ΠΑΤΡΙΚΙΑΝ ΠΕΡΙ ΚΟΙΝΩΝΙΑΣ 93.1 Καὶ τὸ κοινωνεῖν δὴ καθ' ἑκάστην ἡμέραν καὶ μετα λαμβάνειν τοῦ
ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ καλὸν καὶ ἐπωφελές, αὐτοῦ σαφῶς λέγοντος· «Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώ νιον.» Τίς γὰρ ἀμφιβάλλει ὅτι τὸ μετέχειν συνεχῶς τῆς ζωῆς οὐδὲν ἄλλο ἐστὶν ἢ ζῆν πολλαχῶς; Ἡμεῖς μέντοιγε τέταρτον καθ' ἑκάστην ἑβδομάδα κοινωνοῦμεν, ἐν τῇ Κυριακῇ, ἐν τῇ τετράδι καὶ ἐν τῇ Παρασκευῇ καὶ τῷ Σαββάτῳ, καὶ ἐν ταῖς ἄλλαις ἡμέραις, ἐὰν ᾖ μνήμη Ἁγίου τινός. Τὸ δὲ ἐν τοῖς τοῦ διωγμοῦ καιροῖς ἀναγκά ζεσθαί τινα, μὴ παρόντος ἱερέως ἢ λειτουργοῦ, τὴν κοινωνίαν λαμβάνειν τῇ ἰδίᾳ χειρὶ μηδαμῶς εἶναι βαρὺ περιττόν ἐστιν ἀποδεικνύναι, διὰ τὸ καὶ τὴν μακρὰν συνήθειαν τοῦτο δι' αὐτῶν τῶν πραγμάτων πιστώσασθαι. Πάντες γὰρ οἱ κατὰ τὰς ἐρήμους μονάζοντες, ἔνθα μή ἐστιν ἱερεύς, κοινωνίαν οἴκοι κατέχοντες ἀφ' ἑαυτῶν μετα λαμβάνουσιν. Ἐν Ἀλεξανδρείᾳ δὲ καὶ ἐν Αἰγύπτῳ ἕκαστος καὶ τῶν ἐν λαῷ τελούντων, ὡς ἐπὶ τὸ πλεῖστον, ἔχει κοινωνίαν ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ὅτε βούλεται μεταλαμβάνει δι' ἑαυτοῦ. Ἅπαξ γὰρ τὴν θυσίαν τοῦ ἱερέως τελειώσαν τος καὶ δεδωκότος, ὁ λαβὼν αὐτὴν ὡς ὅλην ὁμοῦ, καθ' ἑκάστην μεταλαμβάνων, παρὰ τοῦ δεδωκότος εἰκότως μεταλαμβάνειν καὶ ὑποδέχεσθαι πιστεύειν ὀφείλει. Καὶ γὰρ καὶ ἐν τῇ ἐκκλησίᾳ ὁ ἱερεὺς ἐπιδίδωσι τὴν μερίδα καὶ κατέχει αὐτὴν ὁ ὑποδεχόμενος μετ' ἐξουσίας ἁπάσης καὶ οὕτω προσάγει τῷ στόματι τῇ ἰδίᾳ χειρί. Ταὐτὸν τοίνυν ἐστὶ τῇ δυνάμει, εἴτε μίαν μερίδα δέξεταί τις παρὰ τοῦ ἱερέως εἴτε πολλὰς μερίδας ὁμοῦ.
94.τ ΗΛΙΑ ΑΡΧΟΝΤΙ ΤΗΣ ΕΠΑΡΧΙΑΣ
94.1 Ὥρμησα μὲν καὶ αὐτὸς καταλαβεῖν σου τὴν τιμιότητα, ὡς ἂν μὴ τῇ
ἀπολείψει ἔλαττόν τι ἔχοιμι τῶν διαβαλλόντων· ἀλλ' ἐπειδὴ ἡ ἀρρωστία τοῦ σώματος διεκώλυσε, σφοδρό τερον πολλῷ τῆς συνηθείας ἐπιθεμένη, ἀναγκαίως ἦλθον ἐπὶ τὸ γράμμα. Ἐγὼ τοίνυν, θαυμάσιε, συντυχὼν πρῴην τῇ τιμιότητί σου, ὥρμησα μὲν καὶ περὶ πάντων τῶν κατὰ τὸν βίον μου πραγμάτων ἀνακοινώσασθαί σου τῇ φρονήσει, ὥρμησα δὲ καὶ τῶν Ἐκκλησιῶν ἕνεκα ποιήσασθαί τινα λόγον, ὡς ἂν μὴ ταῖς μετὰ ταῦτα διαβολαῖς χώρα τις ὑπολείποιτο. Ἀλλ' ἐπέσχον ἐμαυτόν, λογιζόμενος περίεργον εἶναι παντελῶς καὶ πέρα τοῦ μέτρου φιλότιμον ἀνδρὶ τοσοῦτον πλῆθος πραγμάτων ἐξηρτημένῳ, ἔτι καὶ τὰς ἔξω τῶν ἀναγκαίων ἐπιβάλλειν φροντίδας Ὁμοῦ τε, εἰρήσεται γὰρ τἀληθές, καὶ ἄλλως ὤκνησα μήποτε εἰς ἀνάγκην ἔλθωμεν ταῖς κατ' ἀλλήλων ἀντιλογίαις τρῶσαι τὴν ψυχήν σου, ὀφείλουσαν ἐν τῇ καθαρᾷ περὶ τὸν Θεὸν εὐλαβείᾳ τέλειον τὸν μισθὸν τῆς θεοσεβείας καρποῦσθαι. Τῷ ὄντι γάρ, ἐάν σε πρὸς ἑαυτοὺς ἐπιστρέψωμεν ἡμεῖς, ὀλίγην σοι σχολὴν πρὸς τὰ δημόσια καταλείψομεν καὶ παραπλήσιον ποιήσομεν ὥσπερ ἂν εἴ τις κυβερνήτην, νεοπαγῆ ναῦν ἐν μεγάλῳ κλύδωνι διευθύνοντα, τῇ προσθήκῃ τοῦ φόρτου καταβα ρύνοι, δέον ἀφαιρεῖν τι τῶν ἀγωγίμων καὶ συνεπικουφί ζειν ὡς δυνατόν. Ὅθεν μοι δοκεῖ καὶ Βασιλεὺς ὁ μέγας, τὴν πολυπραγμοσύνην ἡμῶν ταύτην καταμαθών, ἐᾶσαι ἡμᾶς ἐφ' ἑαυτῶν τὰς Ἐκκλησίας οἰκονομεῖν. Τοὺς μέντοι ταῖς ἀδόλοις ἀκοαῖς σου παρενοχλοῦντας ἐρωτηθῆναι βού λομαι τί χεῖρον ἔχει τὰ δημόσια παρ' ἡμᾶς ἢ τί μικρὸν ἢ μεῖζον τῶν κοινῶν ἐκ τῆς ἡμετέρας περὶ τὰς Ἐκκλησίας οἰκονομίας ἠλάττωται, πλὴν εἰ μή τις λέγοι βλάβην τοῖς πράγμασι φέρειν οἶκον εὐκτήριον μεγαλοπρεπῶς κατεσ κευασμένον ἀναστῆσαι τῷ Θεῷ ἡμῶν καὶ περὶ αὐτὸν οἴκησιν, τὴν μὲν ἐλευθέριον ἐξῃρημένην τῷ