οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
γεγραμμένον· λέγει πρὸς τὸν ἅγιον Μωσέα καὶ τὸν Ἀαρών· "Πλήσατε τὸ γομὸρ τοῦ μὰν, εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν· καὶ εἶπε Μω σῆς πρὸς Ἀαρών· Λάβε στάμνον χρυσοῦν ἕνα, καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομὸρ τοῦ μὰν, καὶ ἀπο θήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ, εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν." Καίτοι τὸ μάννα, κατά γε τὴν ἰδίαν φύσιν ἐφθείρετο, ἀχρειότατον δὲ παντελῶς τοῖς ἐθέλουσι τηρεῖν, καὶ εἰς μίαν τὴν ἐφεξῆς ἡμέραν εὑρίσκετο· ἀλλ' ἔμενεν ἀδιάφθορον, ἐν ὄψει τεθὲν τοῦ Θεοῦ διὰ χειρὸς Ἀαρὼν, καὶ τῇ χρυσῇ συνεχό μενον στάμνῳ. Ὅτι δὲ καὶ εἰς ἡμᾶς αὐτοὺς ἔσται τι τοῦτον, ἐνδοιάσειν οἶμαι μηδένα. Ὁ γὰρ ἅγιος ὄντως ἀρχιερεὺς τῶν ἡμετέρων ψυχῶν, τουτέστι Χριστὸς, περιστελεῖ μὲν τῇ δόξῃ τῇ θείᾳ, καθάπερ τινὶ χρυσῷ τὸ ἡμέτερον σῶμα· παραθεὶς δὲ ὥπερ ἐν ὄψει τοῦ Θεοῦ καὶ Πατρὸς, μεταθήσει πρὸς ἀφθαρ σίαν. Ὑποκεισόμεθα γὰρ οὐκέτι τῇ φθορᾷ· μενοῦ μεν δὲ μᾶλλον εἰς τὸ διηνεκές. Εἰς ὑπόδειγμα γὰρ τοῦ πράγματος ἐλήφθη τὸ μάννα. Ἀποκειμένης τοιγαροῦν τῆς οὕτω λαμπρᾶς τοῖς ἁγίοις λαμπάδος, τὸν ἐκ ῥᾳθυμίας ἡμῖν ἐπισυμβαίνοντα νυσταγμὸν τῆς ἑαυτῶν διανοίας ὡς ποῤῥωτάτω διωθούμενοι, μετὰ νήψεως ἀγαθῆς τὴν ἑαυτῶν σωτηρίαν κατερ γαζώμεθα. Καὶ διὰ τοῦ κατορθοῦν ἐπείγεσθαι πᾶν εἶδος ἀρετῆς, ἕπεσθαί τε καὶ λίαν εὐτόνως τοῖς εὐ αγγελικοῖς προστάγμασι, καλὰς τῷ Σωτῆρι τὰς ἀμοι βὰς ἐκτίσωμεν, καὶ τῷ τῆς ἁπάντων ζωῆς ὑπεραθλή σαντι, ἐκπριαμένῳ τε ἡμᾶς τῷ ἰδίῳ σταυρῷ, προσ κομίζωμεν χαριστήρια θυσίας πνευματικὰς, κατὰ τὸν ψάλλοντά που καὶ λέγοντα· "Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν· ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου." Οἱ γὰρ ὅλως τὴν πίστιν καταδεξάμενοι, Κύριόν τε καὶ Θεὸν ὁμο λογήσαντες τὸν Χριστὸν, ὑπεσχόμεθα τὴν δουλείαν, προσεγραψάμεθα τὴν ὑπακοήν· χρεωστοῦμεν αὐτῷ τὸ πειθήνιον. Ἐννοήσωμεν γὰρ ὅτι κατὰ φύσιν Θεὸς ὑπάρχων, ἅτε δὴ καὶ ἐκ Θεοῦ πεφηνὼς, ἀῤῥήτως καὶ ὑπὲρ νοῦν ἐξ αὐτῆς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀναλάμψας οὐσίας, διά τε τοῦτο καὶ λίαν εἰκότως ἐν μορφῇ καὶ ἰσότητι τῇ κατὰ πᾶν νοοῦμεν, ὥστε καὶ ὑπάρχων ἀληθῶς, "τεταπείνωκεν ἑαυτὸν," κατὰ τὰς Γραφὰς, "μορφὴν δούλου λαβὼν," τουτέστι γενόμενος καθ' ἡμᾶς, ἵνα καὶ ἡμεῖς κατ' αὐτὸν [γενώμεθα], εἰς τὸν διὰ χάριτος ἐξεικονισμὸν διὰ τῆς τοῦ Πνεύματος ἐνερ γείας ἀναμορφούμενοι. Ἐπείπερ εἷς ἐξ ἡμῶν, ὁ δι' ἡμᾶς μὲν, ἄνθρωπος καθ' ἡμᾶς· Θεὸς δὲ, δι' αὑτὸν καὶ τὸν φύσαντα, καὶ πρὸ τῆς ἐνανθρωπήσεως, καὶ ὅτε γέ γονεν ἄνθρωπος. Οὐ γὰρ ἐνεδέχετο μὴ εἶναι Θεὸν τὸν ἐκ Θεοῦ κατὰ φύσιν, εἰ καὶ "γέγονε σὰρξ," κατὰ τὴν Ἰωάννου φωνήν. Καὶ γοῦν τῷ γνησίῳ ποτὲ μα 77.629 θητῇ (Φίλιππος δὲ οὗτος ἦν), ἀντιβολοῦντι καὶ λέ γοντι· "Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν·" ἑαυτὸν εἰς ὄψιν παραθεὶς τῆς τοῦ Πατρὸς οὐσίας τε καὶ δόξης, ἔλεγε· "Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με; Φίλιππε, ὁ ἑωρα κὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν." Ἔδειξε γὰρ ἡμῖν ἐν ἰδίᾳ φύ σει τὴν τοῦ Πατρὸς, καὶ διὰ τῆς ἐφ' ἅπασι θεοπρε ποῦς ἐνεργείας, οὐσιώδη χαρακτῆρα πρὸς γνῶσιν ἡμῖν ἑαυτὸν παραθεὶς τοῦ φύσαντος, τὸν ἀληθῆ καὶ μόνον ἔδειξε Θεόν. Τοιγάρτοι, νεκροῖς μὲν ἐκέλευσε παλινδρομεῖν εἰς ζωὴν, κατεφθαρμένοις τε ἤδη καὶ δυσωδόσι· θαλάττῃ δὲ καὶ πνεύμασιν ἐξουσιαστικῶς ἐπεφώνει· "Σιώπα, πεφίμωσο·" τυφλοῖς δὲ τοῖς ἐκ σπαργάνων τὸ γλυκὺ καὶ τριπόθητον ἐνετίθει φῶς, καὶ πρὸς τούτοις ἕτερα μυρία παραδόξως εἰργάζετο. "Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε," κατὰ τὸν ἄγιον εὐαγγελιστήν. Ὃ γὰρ ὑπάρχειν νοεῖται, καὶ ἔστιν ἀληθῶς ἡ θεία τε καὶ ἀπερινόητος φύσις, ποῖος ἂν κατίδοι σώματος ὀφθαλμός; ἢ πῶς ἂν ὅλως ὁρῷτο τὸ κατ' οὐσίαν οὐχ ὁρατόν; τίς δὲ τὸ ἀπρόσ ιτον ἐκεῖνο κατόψεται φῶς, καίτοι τῆς ἡλιακῆς ἀκτῖ νος ἀπρόσβλητον τοῖς ἡμετέροις ὀφθαλμοῖς ἀπο στιλβούσης τὴν ἔκλαμψιν; Ἀλλ' ἦν ἀνάγκη λοιπὸν, καὶ αὐτὸν ἡμᾶς ἰδεῖν τὸν Θεόν. Οὐκοῦν διὰ τῶν θαυ μάτων ἡ θέα· καὶ ἐν τοῖς παραδόξως ἀποτελουμένοις, τὸ τῆς θείας φύσεως νοηθήσεται κάλλος.