Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
μαθόντα κτίζειν γενέσθαι τοῦτο ὅπερ ἐστὶ κατὰ φύσιν αὐτός. Οὐδὲν οὖν ἄρα τὸ μεταξὺ Θεοῦ καὶ κτισμάτων, εἰ μὴ γνῶσις περιττὴ, καὶ φύσει μὲν πρὸς αὐτὸν οὐ διῃρήμεθα, μόνῃ δὲ τῇ γνώσει λειπόμεθα· ἧς προστεθείσης, ἐσόμεθα πάντες κατὰ φύσιν θεοί. Πῶς οὖν εἷς Θεὸς, εἰ ἐν μόνῳ τῷ μαθεῖν κεῖται τὸ γενέσθαι θεούς; Εἰ δὲ πολλή τίς ἐστιν ἐν τούτοις ἡ τῶν λογισμῶν ἀτοπία, φυσικῶς ἄρα δημιουργὸς ὁ Υἱὸς, οὐ διδακτῶς, καθ' ὑμᾶς. ΑΛΛΟ. Ἕτερόν τί ἐστι σοφία, καὶ ἕτερον ὁ σοφός· ἡ μὲν γὰρ σοφία αὐτὸ τὸ πρᾶγμα τὸ σοφοῦν ἐστιν, ὁ δὲ σοφὸς ὁ τοῦ σοφοῦντος δεκτικός. Εἰ τοίνυν σοφίαν ἑαυτὸν εἶναί φησιν ὁ Υἱὸς, πῶς ἐσοφοῦτο; Εἰ γὰρ ὅλως ἐδεῖτο μαθήσεως, οὐκ ἦν σοφία. Καὶ εἰ συμβέβηκεν αὐτῷ τὸ σοφὸν, ἔσται ποτὲ καὶ οὐ τοιοῦτος, τοῦ συμβεβηκότος καὶ ἀποσυμβῆναι δυναμένου. Τί οὖν ἦν ἄρα πρὸ τούτου; σοφία γὰρ οὐκ ἦν, λειπόμενος φρονήσεως. Ἀλλ' ἦν ἀεὶ σοφία ὁ Υἱός. Τοῦτο γὰρ κηρύττουσιν αἱ θεῖαι Γραφαί. ∆ιεψευσμένον ἄρα καὶ ἀμαθὲς τὸ ἐκ μαθήσεώς τι προσγεγονέναι λέγειν αὐτῷ. ΑΛΛΟ. Εἰ διδακτόν ἐστι τὸ δύνασθαι δημιουργεῖν, καὶ οὕτω γέγονε δημιουργὸς ὁ Υἱὸς, φθόνου πάθος εἰσάγουσι γεγονὸς πρὸς τὸν Πατέρα, εἴ γε πολλοὺς διδάξαι δυνάμενος, ἕνα μόνον ἐδίδαξε. Τί γὰρ ἐλύπει πολλοὺς περὶ αὐτὸν εἶναι δημιουργοὺς, ὥσπερ οὖν καὶ πολλοὺς ἀρχαγγέλους καὶ ἀγγέλους ἔχει; Νῦν δὲ μόνος ὁ Υἱὸς τὰ τοῦ Πατρὸς ἐργάζεται. Φυσικὸν οὖν ἄρα καὶ οὐ διδακτὸν ἐν αὐτῷ τὸ δημιουργεῖν, ἵνα καὶ φθόνου φαίνηται κρείττων ὁ Πατὴρ, οὐ διδάξας μᾶλλον, ἀλλὰ γεννήσας ἐξ ἑαυτοῦ τὸν ἕνα δημιουργὸν, δι' οὗ τὰ πάντα ἐργάζεται. 75.257 ΑΛΛΟ, πιθανὸν ἔχον τὸ σχῆμα. Εἰ διὰ τοῦτο, καθ' ὑμᾶς, τὸν Υἱὸν ἔκτισεν ὁ Πατὴρ, ἵνα τῆς γενητῆς φύσεως εὑρεθῇ ποιητὴ, ἐχρῆν αὐτὸν ἀργῆσαι λοιπὸν ἅπαξ τοῦ Υἱοῦ γενομένου. Πῶς οὖν ἐργάζεται καὶ μετὰ τὸν Υἱόν; Αὐτὸς γάρ που τοῦτό φησιν ὁ Σωτήρ· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Εἰ τοίνυν ἐργάζεται καὶ μετὰ τὸν Υἱὸν, περιττὸς ἂν εἴη καθ' ὑμᾶς ὁ Υἱός. Ἀλλὰ τοῦτο ἄτοπον φρονεῖν τε καὶ λέγειν. Οὐκ ἄρα παρήχθη πρὸς τὸ εἶναι γενητὸς ὁ Υἱὸς, ἵνα τῶν ἄλλων γένηται ποιητὴς, ἀλλ' ἐκ τῆς ἀῤῥήτου τοῦ Πατρὸς οὐσίας προελθὼν, ὡς Υἱὸς, πάντα τὰ τοῦ Πατρὸς μετὰ τοῦ Πατρὸς ἐργάζεται, φυσικῶς ὑπάρχων τοῦθ' ὅπερ ἐστὶ, Θεὸς δηλονότι, καὶ διὰ τοῦτο δημιουργός. ΑΛΛΟ. Εἰ τῷ θείῳ βουλήματι, κατὰ τὴν θείαν Γραφὴν, ἀνθέστηκεν οὐδεὶς, ἀλλ' ἐξαρκεῖ τοῦτο καὶ μόνον, πρὸς τὴν τῶν ὅλων σύστασιν· ἅμα γὰρ ἠθέλησέ τι, παραχρῆμα γίνεται, κατὰ τὸν λέγοντα Ψαλμῳδόν· Πάντα ὅσα ἠθέλησεν ἐποίησε, τίς ἦν ἡ τοῦ μεσιτεύοντος χρεία; Περιττῶς ἄρα γέγονεν ὁ Υἱός. Ἀλλὰ τοῦτο λέγειν τῶν ἀτοπωτάτων. Αὐτὸς ἄρα ἐστὶν ἡ ἐνούσιος καὶ ζῶσα τοῦ Πατρὸς βούλησις, δι' ἧς τὰ πάντα πρὸς τὸ εἶναι καλεῖ. Εἶτα πῶς αὕτη πεποίηται; Πῶς δὲ ὅλως οὐκ ἦν ἐκείνων εἰπεῖν; ΑΛΛΟ, καὶ δριμύ. Εἰ διὰ τοῦτό φασιν ἐκτίσθαι τὸν Υἱὸν, ἵν' ἡμᾶς δημιουργήσῃ Θεὸς δι' αὐτοῦ, ὁράτωσαν εἰς ὅσην ἀσέβειαν αὐτοῖς ὁ λόγος ἐκβήσεται. Φαίνεται γὰρ αὐτὸς δι' ἡμᾶς γεγονὼς, καὶ οὐχ ἡμεῖς δι' αὐτόν. Καὶ ἡμεῖς μὲν ποίημα, αὐτὸς δὲ ποιήσεως ὄργανον. Οὐκοῦν ὁμολογείτω μὲν αὐτὸς καὶ χάριν ἡμῖν· ὑπέστη γὰρ δι' ἡμᾶς. Ἔσται δὲ ἡμῶν καὶ δόξα, ὥσπερ καὶ ἡ γυνὴ τοῦ ἀνδρός· Ἡ γὰρ γυνὴ, φησὶ, δόξα ἀνδρός ἐστι· καὶ γείτονα τίθησι τὴν αἰτίαν, λέγων· Οὐ γὰρ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Εἰ τοίνυν δι' ἡμᾶς γέγονεν ὁ Υἱὸς, καὶ οὐχ ἡμεῖς δι' αὐτὸν, ἐσόμεθα πάντως αὐτοῦ τελειότεροι, ὥσπερ οὖν καὶ Ἀδὰμ τῆς γυναικὸς τῆς δι' αὐτὸν γενομένης. Ἀλλὰ τοῦτο ἄτοπον· οὐκ ἄρα κτίσμα ἐστὶν ὁ Υἱὸς, οὐδὲ γέγονε δι' ἡμᾶς· ἀλλὰ φύσει Θεὸς ὑπάρχων, ὡς ὁ Πατὴρ, τῇ οἰκείᾳ δυνάμει καὶ ἡμᾶς εἰς τὸ εἶναι παρήγαγεν. ΑΛΛΟ, καὶ δριμύ. Εἰ γέγονεν ὁ Υἱὸς δι' ἡμᾶς, καθάπερ ἐκεῖνοί φασιν, οὐκ ἔστιν οὐδὲ πρῶτος ἡμῶν παρὰ Θεῷ· οὐ γὰρ ἐκεῖνον ἔχων εἰς νοῦν, ἡμᾶς ὕστερον ἐργάζεται δι' αὐτὸν, ἀλλὰ τὰ περὶ ἡμῶν ἐννοήσας, ἐκεῖνον ἐργάζεται δι' ἡμᾶς. ΑΛΛΟ. Εἰ δι' ἡμᾶς ἔκτισε τὸν Υἱὸν ὁ Πατὴρ, οὐ πάντως ἐκ προαιρέσεως τοῦτο ποιεῖ, ἀλλ' ὡς ἐξ ἀνάγκης δι' 75.260 ἡμᾶς. Οὐκ ἂν οὖν ὅλως ὁ Υἱὸς ὑπέστη τῆς καθ' ἡμᾶς ἀπούσης αἰτίας, καὶ τάχα