1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

81

συντυχίας, ἐὰν μή τι πάλιν ἐπιγένηται ἡμῖν ἐξ ἁμαρτιῶν κώλυμα, τὴν δὲ τῶν ἐπισκόπων ἔντευξιν εἰς ἕτερον χρόνον ὑπερθησόμεθα.

96.τ ΣΩΦΡΟΝΙΩ ΜΑΓΙΣΤΡΩ

96.1 Καὶ τίς οὕτω φιλόπολις ὃς τὴν ἐνεγκοῦσαν καὶ θρεψα μένην πατρίδα ἴσα

γονεῦσι τιμῶν, ὡς αὐτὸς σύ, κοινῇ τε πάσῃ τῇ πόλει καὶ ἰδίᾳ ἑκάστῳ τὰ ἀγαθὰ συνευχόμενος, καὶ οὐκ εὐχόμενος μόνον, ἀλλὰ καὶ βεβαιῶν τὰς εὐχὰς διὰ σαυτοῦ. ∆ύνασαι γάρ που, σὺν Θεῷ, τὰ τοιαῦτα καὶ δύναιό γε ἐπὶ μήκιστον, οὕτω χρηστὸς ὤν. Ἀλλ' ὅμως ἐπὶ σοῦ ὄναρ ἐπλούτησεν ἡ πατρὶς ἡμῶν, ἄνδρα μὲν ἔχουσα τὸν τὴν ἐπιμέλειαν αὐτῆς ἐπιτραπέντα, οἷον οὔ φασιν ἄλλον οἱ τὰ παλαιότατα τῶν παρ' ἡμῖν ἐπιστάμενοι ἐπὶ τῶν ἀρχικῶν θρόνων πρότερον ἀναβῆναι, ἐπηρείᾳ δέ τινων ἀφαιρεθεῖσα ταχέως, οἳ τὸ ἐλεύθερον τοῦ ἀνδρὸς καὶ ἀθώπευτον τοῦ πρὸς αὐτὸν πολέμου ἀφορμὴν ἐποιήσαντο καὶ διαβολὰς αὐτῷ κατεσκεύασαν, λαθόντες τὰς ἀκοὰς τῆς σῆς τελειότητος. ∆ιὸ πανδημεὶ πάντες σκυθρωπά ζομεν, ζημιωθέντες ἄρχοντα μόνον δυνάμενον εἰς γόνυ κλιθεῖσαν ἤδη τὴν πόλιν ἡμῶν ἀνορθῶσαι, ἀκριβῆ φύλακα τοῦ δικαίου, εὐπρόσιτον τοῖς ἀδικουμένοις, φοβερὸν τοῖς παρανομοῦσιν, ἴσον καὶ πένησι καὶ πλουσίοις, καί, τὸ μέγιστον, τὰ τῶν χριστιανῶν πράγματα πρὸς τὴν ἀρχαίαν ἐπανάγοντα τιμήν. Τὸ γὰρ ὅτι ἀδωρότατος ὧν ἴσμεν ἀνθρώπων καὶ οὐδὲν παρὰ τὸ δίκαιον χαριζόμενος, ὡς μικρότερα τῆς λοιπῆς ἀρετῆς τοῦ ἀνδρός, παρελίπομεν. Ταῦτα ὀψὲ μὲν τοῦ καιροῦ μαρτυροῦμεν, ὥσπερ οἱ μονῳ δοῦντες ἑαυτοὺς παραμυθούμενοι, οὐχὶ τοῖς πράγμασί τι ποιοῦντες χρήσιμον. Πλὴν οὐδὲ τοῦτο ἄχρηστον ἐν τῇ μεγάλῃ σου ψυχῇ τὴν μνήμην τοῦ ἀνδρὸς ἀποκεῖσθαι χάριν τε εἰδέναι ὡς εὐεργέτῃ τῆς ἐνεγκούσης, καί, εἴ τις ἐπι φύοιτο αὐτῷ τῶν διὰ τὸ μὴ προτιμηθῆναι τοῦ δικαίου χαλεπαινόντων, ὑπερμαχεῖν καὶ προΐστασθαι, πᾶσι ποιή σαντα φανερὸν ὅτι οἰκεῖον σεαυτῷ τὸν ἄνδρα τίθεσαι, ἀρκοῦσαν ἀφορμὴν εἰς οἰκειότητα τὴν ἀγαθὴν περὶ αὐτοῦ μαρτυρίαν τιθέμενος καὶ τὴν τῶν πραγμάτων πεῖραν οὐ κατὰ τὴν τῶν χρόνων ἀναλογίαν ὑπάρχουσαν. Ἃ γὰρ οὐδ' ἂν ἐν πολλοῖς ἔτεσι παρ' ἄλλου γένοιτο, ταῦτα ἐν ὀλίγῳ παρ' αὐτοῦ κατώρθωται. Ἀρκοῦσα δ' ἡμῖν χάρις καὶ τῶν συμβάντων παραμυθία, ἐὰν καὶ Βασιλεῖ συστήσῃς αὐτὸν καὶ τὰς ἐπενεχθείσας αὐτῷ διαβολὰς ἀποσκευάσῃ Ταῦτά σοι πᾶσαν οἴου τὴν πατρίδα διὰ μιᾶς τῆς ἡμετέρας φωνῆς διαλέγεσθαι καὶ κοινὴν εἶναι πάντων εὐχὴν γενέσθαι τι τῷ ἀνδρὶ διὰ τῆς σῆς τελειότητος δεξιόν.

97.τ ΤΗ ΒΟΥΛΗ ΤΥΑΝΩΝ

97.1 Ὁ ἀνακαλύπτων βαθέα καὶ φανερῶν βουλὰς καρδιῶν Κύριος ἔδωκε καὶ

τοῖς ταπεινοῖς σύνεσιν τῶν δυσθεωρήτων, ὥς τινες οἴονται, τεχνασμάτων. Οὐδὲν οὖν ἡμᾶς ἔλαθεν οὐδὲ τῶν πεπραγμένων τι κεκρυμμένον. Ἀλλ' ὅμως ἡμεῖς οὔτε ὁρῶμεν οὔτε ἀκούομεν ἄλλο τι ἢ τὴν εἰρήνην τοῦ Θεοῦ καὶ ὅσα πρὸς αὐτὴν φέρει. Εἰ γὰρ ἕτεροι δυνατοὶ καὶ μεγάλοι καὶ ἑαυτοῖς πεποιθότες, ἀλλ' ἡμεῖς οἱ μηδὲν καὶ τοῦ οὐδενὸς ἄξιοι οὐκ ἄν ποτε τοσοῦτον ἑαυτοὺς ὑπολάβοιμεν ὥστε ἐν τῇ μονώσει δύνασθαι νομίσαι περιέσεσθαι τῶν πραγμάτων, ἀκριβῶς εἰδότες ὅτι πλέον ἡμεῖς τῆς ἑνὸς ἑκάστου τῶν ἀδελφῶν ἐπικουρίας δεόμεθα ἢ ὅσον ἡ ἑτέρα τῶν χειρῶν τῆς ἑτέρας. Ἐπεὶ καὶ ἐξ αὐτῆς τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς τὸ ἀναγκαῖον τῆς κοινωνίας ὁ Κύριος ἡμᾶς ἐδίδαξεν. Ὅταν γὰρ πρὸς αὐτὰ ταῦτα ἀπίδω τὰ μέλη ἡμῶν, ὅτι ἓν οὐδὲν ἑαυτῷ πρὸς ἐνέργειαν αὔταρκες, πῶς ἐμαυτὸν λογίσομαι ἐξαρκεῖν ἑαυτῷ πρὸς τὰ τοῦ βίου πράγματα; Οὔτε γὰρ ἂν ποῦς ἀσφαλῶς βαδίσειε μὴ