οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
βλέποντες, κατεμειδίων οἱ πάντολμοι, καὶ ἀνεπείθοντο λέγειν ὑπὸ τοῦ ἰδίου 77.633 Πατρὸς, φημὶ δὴ τοῦ Σατανᾶ· "Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσο μέν σοι." Ὁ δὲ Κύριος Ἰησοῦς Χριστὸς σειόμενον ἤδη καὶ πίπτοντα βλέπων τὸν πάλαι καθ' ἡμῶν τυραννήσαντα θάνατον (ἔμελλε γὰρ ἀναιρεῖσθαι παν τελῶς τῷ θανάτῳ τῆς ἁγίας σαρκὸς), τοὺς τῶν Ἰου δαίων ὀνειδισμοὺς παρ' οὐδὲν ἐποιεῖτο. Σκοπὸς γὰρ ἦν αὐτῷ, καὶ ζῶντας καὶ νεκροὺς ἀπαλλάξαι τῆς ἁμαρτίας, καὶ καινοτομῆσαι πάλιν τῇ ἀνθρωπείᾳ φύσει τὴν εἰς ἀφθαρσίαν ἀναδρομὴν, ὃ δὴ καὶ γέγονεν. Ἐσκύλευσε γὰρ τὸν ᾅδην θεοπρεπεῖ καὶ ἀγαθῷ προστάγματι τοῖς ἐκεῖ λέγων· "Ἐξέλθετε, καὶ ἀνακαλύφθητε·" καὶ τριήμερον ἀναστήσας τὸν ἴδιον (σιξ), ἀπαρχὴ γὰρ τῶν κεκοιμημένων, καὶ πρωτό τοκος ἐκ νεκρῶν ὁ Χριστὸς, ἀνελήφθη πρὸς τὸν Πα τέρα, παράκλητος ὑπὲρ ἡμῶν. Ὡς γὰρ ὁ Παῦλός φησι, "Οὐκ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν· πεπειραμένον δὲ κατὰ πάντα καὶ καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας." Καὶ πάλιν· "Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι." Ὅτι δὲ καὶ ἥξει, κατὰ τὰς Γραφὰς, ἑκάστῳ τε ἀποδώσει κατὰ τὸ ἔρ γον αὐτοῦ, τὸ θεῖον ἅπασι βῆμα προθεὶς, οὐδαμόθεν ἀμφίβολον. Ἐπὶ τούτοις ἅπασι λαμπρὰν οὕτως εἰκό τως ἐπιτελοῦμεν τὴν ἑορτὴν, οὐχ ἑαυτοῖς ἔτι ζῶντες κατὰ τὴν θείαν Γραφὴν, ἀλλὰ τῷ πάντας ἀγορά σαντι Χριστῷ. Φέρε δὴ οὖν ὑποτάξωμεν αὐτῷ τὸν αὐχένα, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀνδριζώμεθα, τὴν τοῦ σώματος τηροῦντες ἁγνείαν, τὸν ἐν ψυχῇ μολυσμὸν παραιτούμενοι· τῆς εἰς ἀλλήλους ἀγάπης ἐχόμενοι· τῶν πτωχῶν μνημονεύοντες, καὶ τῶν δε σμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τότε γὰρ, τότε καὶ κα θαροὶ καθαρῶς τὴν πάναγνον ταύτην νηστείαν ἐπι τελέσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ ἐννεακαιδεκάτης τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδο μάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ τετράδος καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνὸς, περιλύοντες μὲν τὰς νη στείας τῇ ἐννάτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς ἑσπέρᾳ βαθείᾳ, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν, ἑορτά ζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ τρια κάδι τοῦ αὐτοῦ μηνὸς Φαμενὼθ, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, κατὰ τὴν τοῦ θείου νόμου διάταξιν. Οὕτω γὰρ, ὀρθῇ πίστει καὶ ἀγαθοῖς ἔργοις τελειούμενοι, κληρονομή σομεν βασιλείαν οὐρανῶν ἐν Χριστῷ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΙΑʹ.
αʹ. "∆εῦτε δὴ, δεῦτε πάλιν, ἀγαλλιασώμεθα τῳ Κυρίῳ," καὶ διὰ τῆς πανάγνου
νηστείας, "δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ," καὶ διὰ τῆς εἰς ἅπαν ὑποταγῆς τὸν οὐρανοῦ τε καὶ γῆς βασι λέα τιμήσωμεν, τὸ γεγραμμένον εἰδότες· "Ἀγαθὸν 77.636 ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ." Τὸ γὰρ ὑπεζεῦχθαι νόμῳ, καὶ παιδαγωγεῖσθαι θεσμοῖς τοῖς διὰ Χριστοῦ, πῶς οὐκ ἄν τις ὑπεραγάσαιτο, ταῖς ἀνω τάτω πασῶν εὐκλείαις τιθεὶς ἐναρίθμιον; Χρῆμα μὲν γὰρ, ἀγαπητοὶ, τίμιόν τε καὶ ἀξιόληπτον ἡ ἀρετή· καὶ ἁπάντων, οἶμαι, τῶν ἐν τῷδε τῷ βίῳ τεθαυμα σμένων εἴη μὲν ἐν ἀμείνοσι παρά γε τοῖς ὀρθὰ φρο νεῖν εἰωθόσιν. Ἐπαινέσαι δ' ἄν τις, καὶ μάλιστα εἰκότως, τὸν ἐπιεικῆ καὶ κόσμιον, εἰ μυρίους ἐπ' αὐτῇ διαπλήσων πόνους, ἐθελοντής τε εἴη καὶ φιλεργέ στατος, καὶ τῆς ἁπασῶν ἀρίστης προθυμίας ἀνάμε στος. ∆εῖν γὰρ ἔγωγέ φημι τοῖς οὕτω λαχοῦσι τὴν δόξαν ἐξαίρετον, εἶτα προσείη σκοπὸς, μαλακίζεσθαι μὲν οὐδαμῶς· ὄκνου δὲ καὶ δειλίας, καὶ ῥᾳθυμίας ἁπάσης κατανδρίζεσθαι φιλεῖν, ὡς ἄναντες μὲν, ἢ δυσπόρευτον ἡγεῖσθαι μηδὲν, εὐστιβὲς δὲ λίαν καὶ τὸ τραχὺ, εὐκατέργαστον δὲ κομιδῇ καὶ ὅπερ ἂν εἴη δυσεπιτήδευτον. Αἰσχρὸν γὰρ, ὡς ἀληθῶς, τοὺς μὲν ἐπὶ τῶν σωμάτων ῥώμῃ μεγαλαυχεῖν εἰωθότας,