Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
γενόμενος ἄνθρωπος· ἐφ' οὗ τὸ, ἔκτισέ με, ἀδυσφημήτως κείσεται, καθὸ ἄνθρωπος. Γέγονε δὲ τῆς σοφίας οἶκος ὑπ' αὐτῆς κατεσκευασμένος τὸ σῶμα τοῦτο τὸ κοινὸν τὸ ἐκ τῆς ἁγίας Παρθένου τεχθὲν, ἐν ᾧ εὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, κατὰ τὴν τοῦ Παύλου φωνήν. Οὐκοῦν ἐπειδήπερ ὁ Λόγος σὰρξ ἐγένετο, τίθησι περὶ αὐτοῦ τὸ, ἔκτισέ με, ἡ θεία Γραφὴ, καθὸ γέγονε σάρξ· καὶ οὕτως νοεῖσθαι χρὴ τὸ λεγόμενον. ΑΛΛΟ, Ὅτι τὸ, ἔκτισέ με, μόνον κείμενον, οὐ πάντως τὴν αἰτίαν σημαίνει, ἀλλὰ τὴν ἀπό τινος ἤτοι κατασκευῆς ἢ πράγματος εἰς ἕτερόν τι μετάστασιν. Ἔστω δὲ, εἰ βούλει, τὸ, ἔκτι σεν, ἀδιορίστως ἐπὶ Χριστοῦ. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ· εἴ τις ἀκριβῶς ἐθέλοι τὸ γεγραμμένον νοεῖν, εὑρήσει τὸ, ἔκτισεν, ἐνθάδε οὐ τοῦ Λόγου τὴν οὐσίαν σημαῖνον ὡς πεποιημένην, ἀλλ' ἑτέραν τινὰ διάνοιαν ὀρθήν. Λέγεται γὰρ κτίζεσθαι καὶ τὰ ὄντα τε ἤδη, καὶ τὰ μήπω γενόμενα. Τὸ δὲ ὑπάρχον ἤδη, πῶς ἂν λέγοιτο κτίζεσθαι, καὶ ἀρχὴν ἑτέραν λαμβάνειν, ἀκόλουθον ἰδεῖν. Ἐπὶ μὲν γὰρ τῶν οὔπω γεγονότων εἰ τεθείη τὸ, ἔκτισεν, εὐλόγως ἂν τὴν ἐκ τοῦ 75.264 μὴ ὄντος εἰς τὸ εἶναι σημαίνοι παραγωγήν· ἐπὶ δὲ τῶν ὄντων ἤδη καὶ τῶν κτίζεσθαι κατὰ τὸ εἶναι μὴ δεομένων, οὐκέτι τὴν οὐσίαν σημαίνει, ἀλλὰ τὴν ἔκ τινος ἑτέρου πρὸς ἕτερόν τι μετάστασιν. Ὡς ὅταν λέγῃ ∆αβίδ· Καὶ λαὸς ὁ κτιζόμενος, αἰνέσει τὸν Κύριον. Καὶ πάλιν· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Ὁ δὲ Παῦλός φησί που περὶ Χριστοῦ· Τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. Καὶ πάλιν· Ἐνδύσασθε τὸν νέον ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Καὶ οὐ δή που λαὸν μέν τινα κατ' οὐσίαν κτιζόμενον ἐσήμαινεν ὁ ∆αβίδ· ἀλλὰ τὸν ἐκ πλάνης εἰς ἐπίγνωσιν Θεοῦ μετατιθέμενον λέγει. Ἐν ἑαυτῷ δὲ κτίζεσθαι καρδίαν οὐχ ἑτέραν παρ' ἢν εἶχεν ἠξίου, ἀλλ' εἰς καθαρότητα αὐτὴν μεταποιεῖσθαι παρεκάλει. Ὁ δέ γε σοφώτατος Παῦλος, οὐ δύο τινὰς ἀνθρώπους εἰς ἑνότητα φυσικὴν ἀνακτίζεσθαι λέγει διὰ Χριστοῦ, ὡς ἀρχὴν τοῦ εἶναι λαμβάνοντας· ἀλλὰ τούς τε ἐξ Ἰσραὴλ καὶ τοὺς ἐξ ἐθνῶν εἰς καινότητα γνώμης μεταποιηθήσεσθαι λέγει· τοὺς μὲν κατὰ νόμον λατρείας, τοὺς δὲ τῆς συντρόφου πλάνης ἐπιλαθομένους. Καὶ πάλιν ἐνδύσασθαι πᾶσιν ἡμῖν ἐπιτάττει τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα. Καὶ δῆλόν ἐστιν ὡς οὐκ ἄνθρωπόν τινα κατ' οὐσίαν γεγονότα σημαίνει, ὃν ἐνδύσασθαι χρὴ, ἀλλὰ τὸν κατ' ἀρετὴν βίον καὶ τὸν τῆς προαιρέσεως ἀνακαινισμόν. Εἰ τοίνυν τὸ κτίζεσθαι οὐ πάντως τὴν οὐσίαν δηλοῖ, ποῖον ἂν ἔχοι λόγον, ἢ πῶς οὐκ ἀνόητον ἐπὶ μὲν τῶν ὄντως κτισμάτων ὀρθῶς τὸ γεγραμμένον ἐκδέχεσθαι, ἐπὶ δὲ τοῦ Θεοῦ Λόγου, ἐφ' ᾧ δὴ μάλιστα τοῦτο φυλάττεσθαι χρὴ, σαθρὰ νοοῦντας εὑρίσκεσθαι; Κύριος γὰρ, φησὶν, ἔκτισέ με· καὶ οὐ μέχρι τοῦ, ἔκτισέ με, τοῦ λόγου τὴν δύναμιν ἵστησιν, ἀλλὰ προστίθησιν, ὅτι ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ ἔκτισε, καὶ οὐκ εἰς τὸ εἶναι παραγαγὼν, ἀλλ' ἔκτισεν ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ὅπερ οὕτω νοήσεις. Ἡ κατὰ νόμον πολιτεία ἐτετίμητο μὲν παρὰ τοῖς Ἰουδαίοις, παρὰ δὲ τοῖς ἔθνεσιν οὐδ' ὅλως ὁ κατὰ δικαιοσύνην βίος ἐγινώσκετο. Γέγονε τοίνυν, ἤτοι ἐκτίσθη, σὰρξ ὁ τοῦ Θεοῦ Λόγος, τουτέστιν ἄνθρωπος, ἵνα καὶ ἀρχὴ τῶν ὁδῶν τοῦ Κυρίου καὶ τῶν ἔργων αὐτοῦ πᾶσιν εὑρεθῇ. Ἐν γὰρ πρώτῳ Χριστῷ ὁ εὐαγγελικὸς ἀνέλαμψε βίος. Ὁδοὺς δὲ καὶ ἔργα Κυρίου, τί χρὴ νοεῖν ἕτερον, ἢ πάντως τὰς ἐντολὰς αὐτοῦ; ἅσπερ ἐπιτελοῦντες καὶ ἐργαζόμενοι, ὥσπερ διὰ πολλῶν καὶ ποικίλης ὁδοῦ βαδίζομεν πρὸς αὐτόν. Ὅτι δὲ τὰ ἔργα τὸν ἐξαίρετον σημαίνει βίον, καὶ τὰ προστάγματα τοῦ Θεοῦ, ἄκουε τί φησιν ἡ θεία Γραφή· Οὐαὶ οἱ ποιοῦντες τὰ ἔργα Κυρίου ἀμελῶς. Ὁ δὲ μακάριος ∆αβὶδ, ὁδοὺς εἶναι λέγων τὰς ἐντολὰς, ἀναφθέγγεται· Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. Ἄλλως τὸ αὐτό. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Τὸ, ἔκτισεν, οὐ κατὰ τῆς οὐσίας τοῦ 75.265 Λόγου θετέον· δύσφημον γὰρ ὄντως καὶ ἀσεβὲς, τὸν ἀεὶ καὶ ὡσαύτως ὄντα μετὰ Πατρὸς, νῦν ἐκτίσθαι λέγειν