οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
καὶ τέχνην ἐπησκηκότας ἢ τὴν ἐν παλαίστραις τετιμη μένην, καὶ γυμνοπαιδείαις ταῖς ἐν ἄστεσι πρεπού σαις, ἤγουν τὴν ἐν μάχαις διαφανῆ, καὶ τοῖς ἀντεξ άγειν ἐπιχειροῦσιν ἀπρόσβλητον, ἐκπρεπεστάτην ἐπεί γεσθαι δόξαν ταῖς οἰκείαις ἀναδεῖν κεφαλαῖς· ἡμᾶς δὲ αὐτοὺς [ἴσ. οὓς] ὁ ἰσόθεος ἐπέλαμψε Λόγος, οὐ κο σμικὴν εὐθυμίαν, οὐ χρόνῳ μεμετρημένην εὐημερίαν ἑλεῖν σπουδάζοντας, ἀλλ' ὡς ὁ σοφώτατος ἔφη Παῦλος, βασιλείαν οὐρανῶν παραλαμβάνοντας ἀσάλευτον, τοὺς ἐν τῷδε τῷ βίῳ βραχεῖς ὑποβλέπεσθαι πόνους, καὶ οὐκ ἐν καιρῷ τῷ δέοντι τὸ ἀνεῖσθαι ζητεῖν, καίτοι σαφέστατα καὶ ἐναργέστατα βοῶντος τοῦ Παύλου· "Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως, τὴν ἀποκάλυψιν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ ἀπεκδέχεται." Ὅτι μὲν οὖν τῆς εὐνομωτάτης ζωῆς εἰς εὐκλεεστάτην ἐλπίδα καταίρει τὸ τέλος, τὸ θεῖον ἡμᾶς πιστώσεται λόγιον· "Ἀγαθῶν γὰρ πόνων, φησὶ, καὶ καρπὸς εὐκλεής." Ὃ δέ μοι θαυμάζειν ἔπεισιν, ἐκεῖνό ἐστιν. Εἰ μὲν γάρ τις ἡμῶν τῶν ἐχθρῶν τῆς οὕτω λαμπρᾶς παρ ελέσθαι δόξης ἐπιχειρῶν ἡλίσκετο, οὐ μετρίαν ἂν εἰκότως ἐποιησάμεθα τὴν καταβολὴν, ὡς τὰ πάντων ἄριστα ζημιούμενοι, καὶ δύσοιστον τὴν πλεονεξίαν. Ἐπεὶ δὲ τὸ κωλύον οὐδὲν ὁρᾶσθαι λαμπροὺς, πῶς οὐκ ἂν γένοιτο τῶν ἀτοπωτάτων, ταῖς μὲν παρ' ἑτέρων δυστροπίαις ἐπηλγηκότας, ἀφορήτως ἔχειν, καὶ πικραῖς οὕτω δυσφημίαις ὁρᾶσθαι πεφορτισμέ νους, αὐτόκλητον δὲ τῶν ἀγαθῶν τὴν ζημίαν ταῖς ἰδίαις ἡμᾶς ἐπισύρεσθαι κεφαλαῖς, καὶ ῥοπῇ διανοίας ἐθελουργῷ τῆς ἑαυτῶν καταθλῆσαι ζωῆς. Καιρὸς οὖν ἄρα φροντίδος, ἀγαπητοὶ, νήψεώς τε καὶ ἐγκρατείας, καὶ τῆς πανάγνου νηστείας· ἐξελίττει γὰρ ἡμῖν αὐ τὴν, καὶ ἐπὶ θύρας ἄγει λοιπὸν ὁ καιρός. Τοιγάρτοι καὶ νομικοῖς ἑπόμενοι διατάγμασι, καὶ τὴν τῆς ἱερᾶ σθαι λαχοῦσι πρεπωδεστάτην μονονουχὶ ἀνατείνον 77.637 τες σάλπιγγα, μέγα τι καὶ διαπρύσιον κήρυγμα, καὶ εὐσημοτάτην ὥσπερ ἠχὴν ἀναγεγωνεῖν ἠπείγμεθα, τοῖς ἁπανταχόσε κατασημαίνοντες, ὅτι "καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ," κατὰ τὸ γεγραμμένον, καιρὸς ἀγώνων καὶ πόνων καὶ νίκης τῆς κατὰ παθῶν σω ματικῶν τε καὶ ψυχικῶν. βʹ. Παραθήγει δὲ ἡμᾶς εἰς τὴν ἐπὶ τούτῳ διάγ γελσιν Γράμμα θεῖόν τε καὶ ἱερὸν, ὡδί πως ἔχον καὶ λέγον· "Ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημάνητε ἐν ταῖς σάλπιγξι, καὶ ἐπὶ τοῖς ὁλοκαυ τώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν." Οὐκοῦν ἐπειδήπερ ἔν γε τῷ παρόντι μάλιστα καιρῷ σαρκός τε καὶ παθῶν καταστρατεύεσθαι δεῖν ὁ τῆς νηστείας ἡμᾶς ἀνα πείθει θεσμὸς, φέρε τοῖς καθήκουσιν ὅπλοις ἀνδρείως ἐναρμοσώμεθα, καὶ παντευχίαν ἀμφιεσώμεθα τὴν πνευματικήν. Παρίτω δὲ ἡμῖν ὁ Χριστοῦ στρατιώτης ἀγωνιούμενος, οὐ σιδήρῳ λαμπρῷ τεθωρακισμένος, οὐ φρικτὸν ἀνατείνων λόφον, οὐ χαλκήλατον ἀσπίδα καὶ δόρυ προφαίνων, ἀλλ' ἤ φησιν ὁ θεσπέσιος Παῦλος, "ἐνδυσάμενος τὴν πανοπλίαν τοῦ Θεοῦ, πίστιν, ἐλπίδα, καὶ ἀγάπην, καὶ ὑπομονὴν, καρτερίαν τὴν ἐπ' ἀγαθοῖς·" φρόνημα νεανικόν τε καὶ ἄθραυ στον, καὶ καρδίαν οὐκ εὐκατάσειστον, ἀκλινῆ δὲ μᾶλλον καὶ ἐρηρεισμένην, καὶ ἀφιλόμαχον μὲν εἰς ἀδελφοὺς, ἐμπειροπόλεμον δὲ πρὸς ὑπεναντίους. Τουτὶ γὰρ οἶμαι δηλοῦν τὸ διὰ τῆς προφήτου φωνῆς ὀρθῶς εἰρημένον· "Ὁ πραῢς ἔστω μαχητής." Μὴ γὰρ εἴ τις οἰέσθω τὸ πικρὸν τῶν δαιμονίων ἠρεμήσειν στῖφος, ἤγουν καταλήξειν τῆς καθ' ἡμῶν μανίας τὸν Σατανᾶν. Καὶ εἴρηται μέν που πρὸς Ἰουδαίους· "Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὑτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυ νήσεσθε εὖ ποιῆσαι, μεμαθηκότες τὰ κακά." Ἀλλὰ τὸ οὕτως ἔχον ὀρθῶς τε καὶ καλῶς καὶ ταῖς πονη ραῖς καὶ ἀντικειμέναις δυνάμεσιν ἐπαυδήσαι τις ἂν, καὶ μάλα εἰκότως, αἳ τόνδε περινοστοῦσι τὸν κόσμον, ἑκάστου τῶν ἐν αὐτῷ πολυπραγμονοῦσαι βίον, δει νοῖς τε καὶ ἀγρίοις ὄμμασι τοὺς ἁγίους κατασκεπτό μεναι, καὶ τοὺς μὲν ἤδη νενευκότας εἰς πονηρίαν παραθήγουσαι πρὸς ἀποστασίαν