Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Νοήσεις δὲ οὕτω πιθανώτερον· Ἔκτισέ με, φησὶν, ἀρχὴν ὁδῶν αὐτοῦ. Ὁδοὺς ἐνθάδε φησὶ, τόν τε νομοθέτην Μωσέα καὶ τοὺς προφήτας, ἐφ' οὓς ἀρχή τις ὥσπερ καὶ ἐξουσία τέτακται Χριστός· μετασκευάζων εἰς τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων καινότητα τὰ παρ' ἐκείνων εἰρημένα, καὶ τοῦτο ἐξουσιαστικῶς. Ὁ μὲν γὰρ νόμος φησίν· Οὐ πορνεύσεις, ὁ δὲ Χριστός· Ἐγὼ δὲ λέγω ὑμῖν· Οὐκ ἐπιθυμήσεις. Ὁδοὺς δὲ τοὺς ἁγίους ἐκάλεσεν ὡς δυναμένους ἀποφέρειν διὰ νουθεσίας πρὸς Θεόν. Οὕτω νοήσεις τὸ παρὰ τῷ Ἱερεμίᾳ κείμενον· Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἐρωτήσετε τρίβους Κυρίου αἰωνίους, καὶ μάθετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. Καὶ ἔστι δῆλον ὡς οὐ περὶ τούτων φησὶ τῶν ὁδῶν τῶν κατὰ συνήθειαν νοουμένων. Πῶς γὰρ ἄν τις αὐτὰς ἐρωτήσειε; Πῶς δὲ παρ' ἐκείνων μαθήσεται; Εἰ δέ τις ἐπὶ τοὺς ἁγίους ἀγάγοι τὸν λόγον, εὑρήσει τὸ ἐκ τοῦ νοήματος χρήσιμον. Εἰ γάρ τις ὥσπερ τισὶν ὁδείαις, τοῖς ἁγίοις προφήταις ἐπιστήσαι τὸν νοῦν, μὴ παρατρεχόντως αὐτοῖς ὁμιλῶν, ἀλλ' ἐξάγων ἀκριβῶς τῶν γεγραμμένων ἐν αὐτοῖς τὴν διάνοιαν, μαθήσεται τὴν ὁδὸν τὴν ἀγαθὴν, τουτέστι, τὸν λέγοντα Χριστόν· Ἐγώ εἰμι ἡ ὁδός. ∆ι' αὐτῆς ἁγνισθήσεται τῶν ἁμαρτιῶν τὴν ἄφεσιν κακιζόμενος. Ἔκτισεν οὖν με, φησὶ, τουτέστι, πεποίηκεν ἐπὶ νόμον καὶ προφήτας ἀρχὴν ἤτοι ἐξουσίαν, οὐ τὰ ἐκείνων πάντως ἱστῶντα ῥήματα τυπικὰ, ἀλλ' εἰς ἔργα αὐτοῦ νομοθετοῦντα τὰ βελτίονα. Ὅτι δὲ τὸ, ἔκτισεν, οὐ πάντως τὴν οὐσίαν δηλοῖ, ἀρκούντως ἤδη προείρηται. Ἄλλως τὸ αὐτό. Κύριος ἔκτισέ με, ὅμοιον ὥσπερ ἂν εἰ καὶ λέγοι· Ὁ Πατήρ μοι σῶμα κατηρτίσατο, καὶ οἷον ἄνθρωπόν με ἔκτισεν ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας. Ὥσπερ γὰρ Ἰωάννου μὲν λέγοντος· Ὁ Λόγοςσὰρξ ἐγένετο, Παύλου δὲ γράφοντος περὶ Χριστοῦ· Ὅτι γέγονεν ὑπὲρ ἡμῶν κατάρα, καὶ πάλιν· Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, οὔτε τὸν Λόγον εἰς σάρκα μεταπεποιῆσθαι πιστεύομεν, οὔτε μὴν αὐτὸ κατάραν ἢ ἁμαρτίαν ὄντως φαμὲν γενέσθαι Χριστὸν, ἀλλ', οὕτω λεγούσης τῆς θείας Γραφῆς, νοοῦμεν εὐσεβῶς· τὸν αὐτὸν δὴ τρόπον, εἰ λέγοι περὶ ἑαυτοῦ τὸ, Ἔκτισέ με, ὁ τοῦ Θεοῦ Λόγος, ἀντὶ τοῦ, Ἄνθρωπον ἐποίησε, νοητέον, καὶ μὴ κατὰ τῆς οὐσίας αὐτοῦ τὸ εἰρημένον ἐκδεχώμεθα. ΑΛΛΟ, ὅτι οὐ κτίσμα ὁ Θεὸς Λόγος. Εἰ γέννημά ἐστι τοῦ Πατρὸς ὁ τοῦ Θεοῦ Λόγος, καὶ οὕτω καλεῖται παρὰ τῇ θείᾳ Γραφῇ, πῶς ἂν εἴη καὶ κτίσμα; Ἀνάγκη γὰρ αὐτὸν δυοῖν εἶναι θάτερον· ἢ γὰρ γέννημα ὑπάρχων, τὸ εἶναι κτίσμα δια 75.268 φεύξεται, ἢ ποίημα καὶ κτίσμα καθ' ὑμᾶς ὢν, οὐκ ἂν εἴη γέννημα. Οὐδεὶς γὰρ πώποτε τὸ ἑαυτοῦ ποίημα γέννημα καὶ υἱὸν ἀποκαλεῖ. Ἐπειδὴ δὲ γέννημά ἐστιν, Υἱὸς ἄρα καὶ οὐ ποίημα νοηθήσεται. ΑΛΛΟ, εἰς τὸ αὐτό. Μονογενῆ τὸν τοῦ Θεοῦ Λόγον αἱ θεῖαι καλοῦσι Γραφαί. Εἰ τοίνυν τοῦτό ἐστι, πῶς ἂν νοοῖτο κτίσεσθαι κατ' οὐσίαν εἰς ἑτέρων ἀρχὴν, ἃς ὀδοὺς ἐκάλεσεν ὁ Παροιμιαστής; Εἰ γὰρ ὅλως ἑτέροις συντέτακται καῖ τινών ἐστιν ἀρχὴ, μέρος ἂν εἴη τοῦ παντὸς σώματος, καὶ οὐκ ἔσται μονογενὴς, ὁ πολλοὺς ἔχων τοὺς ἐφεξῆς, ὧν ἑαυτὸν καὶ ἀρχὴν ἐκτίσθαι φησίν. Εἰ γὰρ καὶ πρῶτος ἐκτίσθη τῶν ἄλλων, ἀλλ' οὐκ ἔσται διὰ τοῦτο μόνος. Ἡ γάρ τινος ἀρχὴ, κἂν προτερεύῃ τῶν μεθ' ἑαυτὴν διὰ τὸν χρόνον, ἔσται πάλιν αὐτοῖς ἐναρίθμιός τε καὶ συγγενής. Γέγονε γοῦν ὁ Ῥουβὶμ ἀρχὴ τέκνων Ἰακὼβ, ἀλλ' οὐ διὰ τοῦτο μονογενὴς, οὐδὲ τῆς τῶν μεθ' ἑαυτὸν οὐσίας ἀλλότριος. Εἰ τοίνυν ἀρχή τινων ὁ Λόγος ἐκτίσθη, οὔτ' ἂν εἴη μονογενὴς, οὔτε μὴν κατὰ τὸν τῆς φύσεως λόγον ἐκείνων ἀπεξενωμένος ὧν ἐστιν ἀρχὴ, οὕτω τε τοῖς κτίσμασι συνταχθήσεται. Καὶ ψεύσεται μὲν ὁ Πατὴρ Υἱὸν αὐτὸν ἀποκαλῶν· ψεύσεται δὲ καὶ ὁ μακάριος Ἰωάννης, λέγων· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Πῶς γὰρ ἦν, εἰ γέγονε; Πῶς δὲ Θεὸς ἦν ὁ Λόγος, εἰ κτίζεται; Πῶς δ' ἂν εἴη καὶ Κύριος ὁ μετὰ τῶν ἄλλων ὡς δοῦλος πεποιημένος, καὶ μέρος ὢν τῆς πάσης κτίσεως; Ἀλλὰ τοῦτο ἄτοπον· τὸ ἔκτισεν ἄρα κατὰ τῆς οὐσίας οὐ κείσεται ΑΛΛΟ. Εἰ κατ' οὐσίαν ἐκτίσθη, καθ' ὑμᾶς, ὁ Υἱὸς ἀρχὴ τῶν ἐφεξῆς ὑπάρχων, ὡς γέγραπται, πῶς ἔχει τὸ δύνασθαι δημιουργεῖν, πῶς δὲ τῶν ἄλλων γέγονε ποιητής; Ἀνάγκη γὰρ τήν τινος