1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

84

ἀπόδειξιν. Ἀλλ' ἠβουλήθην αὐτὸς ὑπὸ πολλῆς ἀκριβείας, τοῖς ἀδελφοῖς συντυχὼν τοῖς περὶ Θεόδοτον, παρ' αὐτῶν λαβεῖν γραμμα τεῖον πίστεως καὶ αὐτὸ προτεῖναι τῷ προειρημένῳ, ἵνα ἀμφότερα γένηται, ἥ τε ὀρθὴ πίστις παρ' αὐτοῦ ὁμολογηθῇ καὶ αὐτοὶ πληροφορηθῶσι, μηδεμίαν ἔχοντες ἀντιλογίας ὑπόθεσιν ἐκ τοῦ τὰς παρ' αὐτῶν προτάσεις παραδεχθῆναι. Ἀλλά, πρὶν μαθεῖν τίνος ἕνεκεν συνετύχομεν καὶ τί ἡμῖν ἐκ τῆς ὁμιλίας κατώρθωται, οἱ περὶ τὸν ἐπίσκοπον Θεό δοτον οὐκέτι ἡμᾶς εἰς τὴν σύνοδον προτρέψασθαι κατη ξίωσαν. Ἀλλ' ἀπὸ μέσης ἀνεζεύξαμεν τῆς ὁδοῦ, ἀθυμή σαντες ὅτι ἀτελεῖς ἡμῖν ποιοῦσι τοὺς ὑπὲρ τῆς εἰρήνης τῶν Ἐκκλησιῶν καμάτους. 99.3 Μετὰ ταῦτα τοίνυν, ἐπειδὴ κατέλαβεν ἡμᾶς ἡ ἀνάγκη τῆς ἐπὶ τὴν Ἀρμενίαν ὁδοῦ, εἰδὼς τοῦ ἀνδρὸς τὸ ἰδιότρο πον καὶ βουλόμενος ἐπὶ μάρτυρι ἀξιοπίστῳ αὐτός τε ὑπὲρ τῶν πεπραγμένων ἀπολογήσασθαι κἀκεῖνον πληροφορῆσαι, ἦλθον ἐπὶ τὰ Γήτασα τὸν ἀγρὸν τοῦ θεοφιλεστάτου ἐπισκό που Μελετίου, συμπαρόντος μοι καὶ αὐτοῦ τοῦ προειρη μένου Θεοδότου· καὶ οὕτως ἐκεῖ, ἐπειδὴ ἐνεκλήθημεν παρ' αὐτοῦ περὶ τῆς πρὸς Εὐστάθιον συναφείας, εἶπον τὸ ἐκ τῆς συντυχίας κατόρθωμα, ὅτι ἔλαβον αὐτὸν εἰς πάντα ἡμῖν ὁμοδοξοῦντα. Ὡς δὲ διεβεβαιοῦτο ἔξαρνον γεγενῆσθαι μετὰ τὴν ἀφ' ἡμῶν ἀναχώρησιν καὶ διαβεβαιοῦσθαι αὐτὸν τοῖς ἰδίοις αὐτοῦ μαθηταῖς ἦ μὴν εἰς μηδὲν ἡμῖν περὶ τῆς πίστεως συντεθεῖσθαι, ἀπήντων ἐγὼ πρὸς ταῦτα (καὶ σκό πει, θαυμασιώτατε, εἰ μὴ δικαιοτάτας καὶ ἀναντιρρήτους ἐποιούμην πρὸς τοῦτο τὰς ἀποκρίσεις) ὅτι ἐγὼ μὲν πέπει σμαι, εἰκάζων ἐκ τῆς λοιπῆς εὐσταθείας τοῦ ἀνδρός, μὴ οὕτως αὐτὸν κούφως περιτρέπεσθαι πρὸς τὰ ἐναντία μηδὲ νῦν μὲν ὁμολογεῖν, νῦν δὲ ὑπὲρ ὧν εἶπεν ἀρνεῖσθαι, ἄνδρα καὶ τὸ ὑπὲρ τῶν τυχόντων ψεῦδος ὡς φοβερὸν ἀποφεύ γοντα, μὴ ὅτι γε περὶ τῶν τηλικούτων πραγμάτων καὶ οὕτω παρὰ πᾶσι βεβοημένων ἑλέσθαι ἄν ποτε ἐναντιωθῆναι τῇ ἀληθείᾳ. Εἰ δὲ ἄρα καὶ ἀληθῆ εἶναι συμβῇ τὰ θρυλού μενα παρ' ὑμῶν, προτεῖναι αὐτῷ γραμματεῖον πᾶσαν ἔχον τῆς ὀρθῆς πίστεως τὴν ἀπόδειξιν χρή. Ἐὰν μὲν οὖν εὕρω αὐτὸν συντιθέμενον ἐγγράφως, ἐπιμενῶ τῇ κοινωνίᾳ· ἐὰν δὲ λάβω ἀναδυόμενον, ἀποστήσομαι αὐτοῦ τῆς συναφείας. Ἀποδεξαμένου τὸν λόγον τοῦ ἐπισκόπου Μελετίου καὶ τοῦ ἀδελφοῦ ∆ιοδώρου τοῦ συμπρεσβυτέρου (παρῆν γὰρ τοῖς γινομένοις), συνθέμενος ὁ αἰδεσιμώτατος ἀδελφὸς Θεό δοτος ἐκεῖ καὶ παρακαλέσας ἡμᾶς κατελθεῖν ἐπὶ Νικό πολιν, ἵνα καὶ τὴν Ἐκκλησίαν αὐτοῦ ἐπισκεψώμεθα καὶ αὐτὸν λάβωμεν τῆς μέχρι Σατάλων ὁδοιπορίας συνέμπορον, καταλιπὼν ἡμᾶς ἐν Γητάσοις, ἐπειδὴ κατέλαβε τὴν Νικό πολιν, ἐπιλαθόμενος ὧν παρ' ἐμοῦ ἤκουσεν ὧν τε συνέθετο ἡμῖν, ἐκείναις ταῖς ὕβρεσι καὶ ταῖς ἀτιμίαις ἃς μικρῷ πρόσθεν διηγησάμην καταισχύνας ἡμᾶς ἀπέπεμψε. 99.4 Πῶς οὖν ἦν δυνατόν μοι, τιμιωτάτη κεφαλή, ποιῆσαί τι τῶν προστεταγμένων καὶ δοῦναι ἐπισκόπους τῇ Ἀρμενίᾳ, οὕτω πρός με τοῦ κοινωνοῦ τῆς φροντίδος διατεθέντος; Παρ' οὗ ἐγὼ προσεδόκων τοὺς ἐπιτηδείους ἄνδρας εὑρή σειν, διὰ τὸ εἶναι ἐν τῇ παροικίᾳ αὐτοῦ καὶ εὐλαβεῖς καὶ συνετοὺς καὶ τῆς γλώττης ἐμπείρους καὶ τὰ λοιπὰ ἰδιώ ματα τοῦ ἔθνους ἐπισταμένους· ὧν εἰδὼς τὰ ὀνόματα, ἑκὼν σιωπήσομαι, ἵνα μή τι ἐμπόδιον γένηται πρὸς τὸ ἐν ἑτέρῳ γοῦν χρόνῳ χρησιμευθῆναι τὴν Ἀρμενίαν. Καὶ νῦν γενόμενος μέχρι Σατάλων ἐν τοιούτῳ σώματι, τὰ μὲν λοιπὰ ἔδοξα τῇ τοῦ Θεοῦ χάριτι καθιστᾶν, εἰρηνεύσας τοὺς τῆς Ἀρμενίας ἐπισκόπους καὶ διαλεχθεὶς αὐτοῖς τὰ πρέποντα, ὥστε ἀποθέσθαι τὴν συνήθη διαφορὰν καὶ ἀναλαβεῖν τὴν γνησίαν τοῦ Κυρίου ὑπὲρ τῶν Ἐκκλησιῶν σπουδήν, δοὺς αὐτοῖς καὶ τύπους περὶ τῶν ἀδιαφόρως κατὰ τὴν Ἀρμενίαν παρανομουμένων, ὅπως αὐτοῖς προσῆκεν ἐπιμελεῖσθαι. Ἐδεξάμην δὲ καὶ ψηφίσματα παρὰ τῆς Ἐκκλησίας Σατάλων, παράκλησιν ἔχοντα δοθῆναι αὐτοῖς παρ' ἡμῶν ἐπί σκοπον. Ἐπιμελὲς δέ μοι ἐγένετο καὶ τὴν περιχεθεῖσαν βλασφημίαν τῷ ἀδελφῷ ἡμῶν Κυρίλλῳ, τῷ ἐπισκόπῳ Ἀρ μενίας, ἀνερευνῆσαι, καὶ