οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
τὴν ἔτι μειζόνως χείρονα, καὶ φαυλότητος ἀπάσης ἐπ' αὐτὸ λοιπὸν ἰοῦσαν τὸ ἀκρότατον· τοῖς γε μὴν ἑλομένοις ἀγαθ ουργεῖν, καὶ τοῖς τῆς δικαιοσύνης ἐπαυχεῖν κατορ θώμασι, καθάπερ τισὶ τῶν ὅτι μάλιστα πολεμιωτά των ἀντεγειρόμεναι, καὶ τῆς ἐνούσης αὐταῖς δυστρο πίας ἀντεξάγουσαι τὴν ὠμότητα. Μάχεται γὰρ ἡμῖν οὐχ αἷμα καὶ σὰρξ, ἀλλ' ἡ παγχάλεπος καὶ ἀποστάτις τῶν δαιμόνων πληθὺς, καὶ μὴν ἐπὶ ταύτῃ καὶ τῶν τῆς σαρκὸς κινημάτων ὁ ἔμφυτος μὲν, πλὴν 77.640 ἀτίθασσος νόμος ἀνθέλκων καὶ βιαζόμενος ἐπὶ τὸ αὐτῷ δοκοῦν, καὶ σκληρὸν ἀνιστὰς κατὰ τοῦ πνεύ ματος τὸν αὐχένα. Ἀντίκειται γὰρ ἀλλήλοις τὰ φρο νήματα· καὶ διῴκισται πολὺ κατὰ τὸ ἐναντίως ἔχον. Καί μοι δοκῶ παραπλήσιόν τι παθεῖν τὰς τῶν ἀν οσίων ψυχὰς, ὁποῖον ἄν τισιν εἰκὸς συμβῆναι πόλεσιν ἢ χώραις, αἷς θύραθεν μὲν τῶν προσοικούντων βαρ βάρων περιαγγέλλεται πόλεμος· οὐκ ἀστασίαστα δὲ τὰ εἴσω πυλῶν, ἀλλ' ἐγγενὴς μὲν τοὺς ἐν αὐταῖς καταβόσκεται μάχη· τὸ δὲ καὶ μόλις τῶν ἔξω πε ριεσόμενον, εἴπερ τι μετῆν ὁμονοίας αὐτῷ, αὐτὸ δι' ἑαυτοῦ συνθραύεται, ταῖς διχονοίαις κατεσχισμέ νον. Ὅτι γάρ τις οὐ μικρὰ ἐν ἡμῖν ἡ τῶν θελημάτων ὁρᾶται διαφορὰ, μαρτυρήσει λέγων ὁ θεσπέσιος Παῦλος· "Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἀντιστρα τευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τί με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;" ∆ιττὸς οὖν ἄρα καὶ οὐχ ἁπλοῦς ἐν ἡμῖν ὁ πόλεμος. Ἀλλ', οἶμαί γε δή που, φαίη τις ἂν, καὶ ταυτὶ λέγοντος ἐμοῦ διαπύ θοιτο· Τί οὖν, ὦ τάν; Ἄρα δεήσει τὰ ὅπλα μεθέντα ἐπιδοῦναι τὸ κρατεῖν ἀκοντὶ τοῖς ἐχθροῖς, καὶ βιαιοτάτοις ὥσπερ δεσπόταις καταζεῦξαι τὸν αὐχένα, σφαλερὸν εἰδότας τὸ μάχεσθαι, καὶ θητεύειν ἀνάγκη σαρκὶ καὶ δαίμοσιν, ἀπειρηκότας τὴν σωτηρίαν; Οὐμενοῦν· ταυτὶ γὰρ ὕθλος, καὶ ἕτερον οὐδέν. Ἄπαγε τῆς δυσβουλίας, ἄνθρωπε. Μεθίστη τὸν νοῦν εἰς ἀνάληψιν εὐτολμίας· κἂν φύσιν ἀκούσῃς σαρκὸς, ἐπιῤῥεπέστερόν πως ἐχούσης πρὸς ἡδονὰς τὸ φρόνημα, μὴ καταδήσῃς τὴν ἀντίστασιν· μικροῖς κομιδῇ κατανδρίζεται πόνοις, κἂν ἴδῃς κεκινημένην, καὶ τῶν τοῦ πνεύματος θελημάτων κατατεθηγμένην, μέθες ὡς τάχος τὴν ῥᾳθυμίαν, καὶ τοὺς τῶν ἀθλη τῶν ἀρίστους ἀπομιμούμενος, ἀνταποδύου θερμότε ρον· καὶ τοῖς τῆς ἁγνείας ὅπλοις ἀνηρμοσμένος, ἐπίδειξον αὐτῇ τὸν ἐξ ἀσκήσεως πόνον, καὶ φυγὰς οἰχήσεται τῆς ἁμαρτίας ὁ νόμος, καὶ ὄψει παρα χρῆμα δραπέτην, ὃν ᾠήθης εἶναι δυσάλωτον. Οὕτως καὶ ὁ θεσπέσιος Παῦλος τῶν τῆς σαρκὸς ἐπιθυμιῶν κατεστρατεύετο, λέγων· "Ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδό κιμος γένωμαι." Ἵππον μὲν γὰρ τὸν ὑψαύχενα, πρὸς ἐπιστήμονα δρόμον χαλινοῖς περιτρέπουσιν, οἷς ἐν λόγῳ τὸ ἐπιτήδευμα. Ναυτικῶν δὲ καταλόγων οἱ καθηγούμενοι, ταῖς τῶν οἰάκων περιστροφαῖς κατ' εὐθὺ διαθεῖν ἀναπείθουσι τὰς ὀλκάδας. Σώφρων δὲ νοῦς καὶ εὐδόκιμος, ἥκιστα μὲν ἐλαφρὸς, ἢ λογισμῶν ἀπάταις εὐδιαῤῥίπιστος. Βεβηκὼς δὲ ὥσπερ ἐφ' ἑαυτῷ, καὶ ἀμωμήτως ἐρηρεισμένος, τοῖς μὲν ἐξ ἀσκήσεως πόνοις καταρυθμίζει τὴν σάρκα πρὸς τὸ δεῖν ἐθέλειν ὑποκεῖσθαι τῷ Θεῷ· ἀδιάστροφον δὲ παντελῶς τὴν ἐφ' ἅπασι τοῖς πρακτέοις ποιεῖται 77.641 διαδρομήν· "Λογισμοὶ γὰρ δικαίων, κρίματα," κατὰ τὸ γεγραμμένον. Εἴη δ' ἂν καὶ ἑτέρως ἀπρο φάσιστον ἀληθῶς τὸ ἀσθενεῖν εἰς ἐγκράτειαν. Οὐ γὰρ δή τοι μόνος τῆς ἐπιεικείας ὁ τρόπος περιέσται σαρκὸς, ἀλλ' ἤδη νενέκρωται τὸ διχοστατοῦν ἐν αὐτῇ, καὶ κατηργήθη διὰ Χριστοῦ. Ἐξηγήσεται δὲ πάλιν τοῦ Σωτῆρος ὁ μαθητὴς καὶ τῆς ἐμφύτου μάχης τὴν δύναμιν καὶ τὸν τῆς νεκρώσεως τρόπον. Ἔφη γὰρ πάλιν· "Ἄρ' οὖν αὐτὸς ἐγὼ, τῷ μὲν νοῒ, δουλεύω νόμῳ Θεοῦ· τῇ δὲ σαρκὶ, νόμῳ ἁμαρτίας. Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς, ἐν Χριστῷ Ἰησοῦ, ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου." Καὶ πάλιν· "Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ