85
διὰ τῆς χάριτος τοῦ Θεοῦ εὕρο μεν αὐτὴν ψευδῶς κινηθεῖσαν ἐκ διαβολῆς τῶν μισούντων αὐτόν· ἣν καὶ φανερῶς ὡμολόγησαν ἐφ' ἡμῶν. Καὶ ἐδόξα μεν μετρίως ἡμεροῦν πρὸς αὐτὸν τὸν ἐν Σατάλοις λαόν, ὥστε μηκέτι αὐτοῦ τὴν κοινωνίαν φεύγειν. Εἰ δὲ μικρὰ ταῦτα καὶ οὐδενὸς ἄξια, ἀλλὰ παρ' ἡμῶν οὐδὲν ἦν πλέον δυνατὸν γενέσθαι διὰ τὴν ἐκ τῆς τοῦ διαβόλου περιεργίας ἡμῶν αὐτῶν πρὸς ἀλλήλους ἀσυμφωνίαν. Ταῦτα ἔδει μὲν σιωπᾶν, ἵνα μὴ δόξω δημοσιεύειν ἐμαυτοῦ τὰ ὀνείδη, ἀλλ', ἐπειδὴ οὐκ ἦν ἄλλως ἀπολογήσασθαί σου τῇ μεγαλοφυΐᾳ, εἰς ἀνάγκην ἦλθον πᾶσαν τῶν γεγονότων τὴν ἀλήθειαν διηγήσασθαι.
100.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ
100.1 Οὕτως εἶδον τὰ γράμματά σου τῆς ἀγάπης ἐν τῇ γείτονι χώρᾳ τῆς
Ἀρμενίων ὡς ἂν ἴδοιεν οἱ θαλαττεύοντες πυρσὸν ἐν πελάγει πόρρωθεν φρυκτωρούμενον, ἄλλως τε κἂν ἀγριαίνουσά πως τύχῃ ὑπ' ἀνέμων ἡ θάλασσα. Καὶ γὰρ φύσει μὲν ἡδὺ καὶ παρηγορίαν ἔχον πολλὴν τὸ τῆς σῆς σεμνότητος γράμμα, τότε δὲ τὴν ἀπ' αὐτοῦ χάριν ὁ καιρὸς συνηύξησεν, ὃν ὁποῖος ἦν καὶ ὅπως ἡμᾶς λυπήσας ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, κρίνας ἅπαξ ἐπιλαθέσθαι τῶν λυπηρῶν· ὁ μέντοι συνδιάκονος ἡμῶν διηγήσεταί σου τῇ θεοσεβείᾳ. Ἐμὲ δὲ ἐπέλειπε παντελῶς τὸ σῶμα, ὡς μηδὲ τὰς σμικρο τάτας κινήσεις δύνασθαι ἀλύπως φέρειν. Πλὴν ἀλλ' εὔχο μαι δυνηθῆναί μοι τὴν παλαιὰν ἐπιθυμίαν νῦν γοῦν διὰ τῆς βοηθείας τῶν σῶν προσευχῶν ἐκπληρωθῆναι, εἰ καὶ ὅτι πολλήν μοι πεποίηκε τὴν δυσκολίαν ἡ ἀποδημία αὕτη, τοσούτῳ χρόνῳ ἀμεληθέντων τῶν κατὰ τὴν ἡμετέραν Ἐκκλησίαν πραγμάτων. Ἐὰν δὲ ὁ Θεός, ἕως ἐσμὲν ὑπὲρ γῆς, καταξιώσῃ ἡμᾶς ἰδεῖν ἐπὶ τῆς Ἐκκλησίας ἡμῶν τὴν σὴν θεοσέβειαν ὄντως ἀγαθὰς ἐλπίδας καὶ ἐπὶ τοῖς μέλ λουσιν ἕξομεν ὡς οὐ πάντῃ ἀπόβλητοι τῶν δωρεῶν γενησό μεθα τοῦ Θεοῦ. Τοῦτο γοῦν, ἐὰν ᾖ δυνατόν, παρακαλοῦμεν ἐπὶ τῆς συνόδου γενέσθαι ἣν δι' ἔτους ἄγομεν ἐπὶ τῇ μνήμῃ τοῦ μακαριωτάτου μάρτυρος Εὐψυχίου ἐγγιζούσῃ λοιπὸν κατὰ τὴν ἑβδόμην τοῦ Σεπτεμβρίου μηνὸς ἡμέραν. Καὶ γὰρ καὶ φροντίδος ἄξια ἡμῖν περίκειται πράγματα τῆς παρὰ σοῦ δεόμενα συνεργίας, εἴς τε κατάστασιν ἐπι σκόπων καὶ εἰς βουλὴν καὶ σκέψιν τῶν μελετωμένων καθ' ἡμῶν παρὰ τῆς χρηστότητος Γρηγορίου τοῦ Νυσσαέως, ὃς συνόδους συγκροτεῖ κατὰ τὴν Ἀγκύραν καὶ οὐδένα τρόπον ἐπιβουλεύων ἡμῖν ἀφίησιν.
101.τ ΠΑΡΑΜΥΘΗΤΙΚΗ
101.1 Εὐχῆς ἄξιον ἦν πρώτην διαπεμπομένους ἐπιστολὴν εὐθυμοτέραν ἔχειν
τὴν τῶν γραμμάτων ὑπόθεσιν. Οὕτω γὰρ ἂν ἡμῖν τὰ κατὰ γνώμην ὑπῆρξε, διότι πᾶσι βουλόμεθα τοῖς ἐν εὐσεβείᾳ ζῆν προαιρουμένοις πάντα τὸν βίον εἰς ἀγαθὸν εὐοδοῦσθαι. Ἀλλ' ἐπειδὴ ὁ διοικῶν τὴν ζωὴν ἡμῶν Κύριος κατὰ τὴν ἄρρητον αὐτοῦ σοφίαν πάντως πρὸς τὸ συμφέρον τῶν ψυχῶν τῶν ἡμετέρων ταῦτα ᾠκονόμησε γενέσθαι δι' ὧν σοὶ μὲν ὀδυνηρὰν κατέστησε τὴν ζωήν, ἡμᾶς δὲ τοὺς τῇ κατὰ Θεὸν ἀγάπῃ συνημμένους εἰς συμπάθειαν ἤγαγε, μαθόντας παρὰ τῶν ἀδελφῶν ἡμῶν ἐν οἷς γέγονας, ἀναγκαῖον ἡμῖν ἐφάνη τὴν ἐνδεχομένην παράκλησιν προσαγαγεῖν σοι. Εἰ μὲν οὖν ἦν δυνατὸν καὶ διαβῆναι μέχρι τοῦ τόπου ἐν ᾧ συμβαίνει διάγειν σου τὴν εὐγένειαν, περὶ παντὸς ἂν τοῦτο ἐποιησάμην. Ἐπεὶ δὲ καὶ ἡ τοῦ σώματος ἀρρωστία καὶ τῶν συνεχόντων ἡμᾶς πραγμάτων τὸ πλῆθος καὶ αὐτὴν ταύτην ἣν ὑπέ στημεν ὁδὸν ἐπὶ πολλῇ τῶν καθ' ἡμᾶς Ἐκκλησιῶν ζημίᾳ παρεσκεύασε διὰ γραμμάτων ἐπισκέψασθαί, σου τὴν σεμνότητα προεθυμήθημεν, ὑπομιμνήσκοντες ὅτι αἱ θλίψεις