οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα." Νεκρωθείσης τοιγαροῦν τῆς σαρκὸς ὅσον ἧκεν εἰπεῖν εἰς ἐπιθυμίας λόγον· ἐφεῖ ται γὰρ δὴ τοῖς ἐθέλουσι νικᾷν· "Ὀφειλέται ἐσμὲν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν, καθὰ γέγραπται. Εἰ γὰρ κατὰ σάρκα ζῶμεν, τεθνηξόμεθα· εἰ δὲ πνεύ ματι τὰς πράξεις τοῦ σώματος θανατοῦμεν, ζησό μεθα. Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν." Ἐννοεῖν δὲ ἀκόλουθον, ὡς ἔστιν ἀληθῶς αἰσχρόν τε καὶ καταγέλαστον τοὺς εἰς τοῦτο δόξης ἀφιγμένους τε ἤδη καὶ κεκλημένους, ὡς τὸ τῆς υἱοθε σίας ἑλεῖν ἀξίωμα, δούλους ὁρᾶσθαι σαρκὸς, καὶ οὐχὶ δὴ μᾶλλον φύλακας εἶναι γενναίους τῆς ἀρετῆς, ἵνα καὶ τὴν εὑρημένην ἀνασώσαιντο δόξαν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν ἡμέρᾳ κρίσεως τὰς ἐπὶ ταῖς ῥᾳστώναις αἰτίας ἀποσκευάζεσθαι, φληνάφως ἐκεῖνο λέγοντας· Ἐτυραννούμην, ἐδούλευον· ἀντελέγχοντος ὥσπερ ἡμᾶς τοῦ Χριστοῦ, καὶ τῆς ἐλευθερίας τὸν νόμον ταῖς ἡμετέραις σκέψεσι μονονουχὶ καὶ ἀντιβοᾷν ἀναγκάζοντος. γʹ. Ἐξηγείσθω τοιγαροῦν τῶν ἁγίων ὁ παιδοτρίβης, καὶ τὰ κατὰ σαρκὸς ἡμῶν παιδευέτω παλαίσματα γράφων ὡδί· "Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν, καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνανεώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον." Καὶ μὴν ἐπὶ τούτῳ ὁ σοφὸς Ἰωάννης, "Μὴ ἀγαπᾶτε, φησὶ, τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐὰν γὰρ τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Θεοῦ ἐν αὐτῷ. Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου· οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ' ἐκ τοῦ κόσμου ἐστί. Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, 77.644 μένει εἰς τὸν αἰῶνα." Φρενὸς οὖν ἄρα τῆς ἀγαθῆς ἀμοιρήσειεν ἂν, εἴπερ τῳ δόξαι λυσιτελέστερον, προέσθαι μὲν τὰ βελτίω, καὶ ἡγεῖσθαι παρ' οὐδὲν, ἀνθελέσθαι δὲ μᾶλλον, ἃ καὶ γέλωτος ἄξια ἀποφαίνει, καὶ χρόνῳ μετρεῖται βραχεῖ. Ἆρα γὰρ εἴ τις χρυσῷ παραθεὶς τὸν μόλιβδον, αἱρεῖσθαι ἐκέλευε τὸ δοκοῦν, οὐκ ἂν ἐκεῖνο παρέντες, ὃ καὶ ὀλίγου παντελῶς ἀξιοῦ ται λόγου, εἶτα τοῖς ἀσυγκρίτως ὑπερκειμένοις ἀμελλητὶ κατανεύοντες τὸ χρῆναι νικᾷν, ἄριστα βε βουλεῦσθαι παρά τε σφίσιν αὐτοῖς καὶ ἑτέροις ὑπενοήθημεν; Εἶτα πῶς οὐ λίαν ἐκτοπώτατον, εὔηθές τε παντελῶς, ἐν μὲν ὕλαις φθαρταῖς καὶ γηΐνοις πράγμασι τοσαύτην ἡμᾶς ποιεῖσθαι τὴν διάκρισιν καὶ εὐθυδικίαν, ἐν δὲ τῆς ψυχῆς ἀγαθοῖς, καίτοι δέον ἐξακριβοῦν ὅτι μάλιστα τῶν πραγμάτων τὰς φύσεις, ἀναπεπτωκότας ὁρᾶσθαι, τοσοῦτον καὶ τῆς τοῦ πρέ ποντος θήρας ὀλιγωρεῖν ἐγνωκότας ὡς ἢ μηδόλως εἰδέναι τὸ λυσιτελοῦν, ἤγουν εἰδότας, ὑπερορᾷν, καὶ τοῦ μὲν ἀεὶ πεφυκότος ὠφελεῖν, ἢ ὀλίγον κομιδῇ ποιεῖ σθαι λόγον, ἢ παντελῶς οὐδένα, ἐπιθρώσκειν δὲ τοῖς αἰσχίοσι; Φέρε δὴ οὖν, φιλοσαρκίας μὲν τῆς μυσαρω τάτης ἀμείνους ἀναφαινώμεθα, τὴν δὲ ταῖς ἡμετέραις συνέκδημον ἀρετὴν, τῆς προὐργιαιτέρας σπουδῆς ἀξιώσωμεν, πρὸς ἅπαν εἶδος ἀγαθουργὸν τὸν ἑαυτῶν ἀποτορεύοντες βίον. ∆εῖν γὰρ ἔγωγέ φημι τοῖς τὴν εὐδόκιμον ἑλομένοις ζωὴν, οὐχὶ μόνης ἐγκρατείας τῆς κατὰ σῶμα νοουμένης, ἀλλ' οὐδὲ μόνου τοῦ κατ αθλῆσαι σαρκὸς, ἀλλὰ καὶ τῆς ἑτέρας ἐπιεικείας τῆς ἐν ἤθει καὶ τρόποις. Ἀτυράννευτος μὲν γὰρ εἰς ὀργὴν, τὴν ἐκ τῆς πραότητος εὐδίαν ἐπασκήσας ὁ νοῦς· "Ὁ γὰρ κρατῶν ὀργῆς, κρείσσων κατα λαμβανομένου πόλιν," κατὰ τὸ γεγραμμένον. Καὶ μὴν καὶ ἐπὶ τούτῳ νεανικώτατος ὁ ἐν λόγῳ κόσμος, καὶ λημμάτων ἀδίκων ἢ περιττῶν οὐχ ἡττώμενος· ἀπερίσπαστον δὲ δικαιοσύνην τὴν ἀφιλοχρηματίαν ἡγούμενος, καὶ πενίαν ἑκούσιον τῆς ἐκ πλούτου με ρίμνης προτιθείς· ὀλιγαρκέστατον γὰρ τοῦ Σωτῆρος τὸν μαθητὴν ἀναφαίνεσθαι, καὶ ὑπάρχειν ἀληθῶς ὁ σοφώτατος Παῦλος