Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἀγαθῆς. Ὢν οὖν ὁ Λόγος ἀεὶ, καθὸ γέγονεν ἄνθρωπος, ἐκτίσθαι φησὶν ἑαυτὸν εἰς τὰ ἔργα τοῦ Πατρός. Ἐπιτηρήσεις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι ὅτε τὴν ἐκ Πατρὸς γέννησιν ἑαυτοῦ σημαίνει ὁ Υἱὸς, ἢ ἕτερός τις τῶν ἁγίων περὶ αὐτοῦ, οὐ προστί θησιν αἰτίαν. Οὐ γὰρ διατί Θεὸς ὑπάρχει, ἢ ἐκ τοῦ Πατρὸς ἐγεννήθη. Ὅτε δὲ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν αὐτοῦ σημαίνουσιν αἱ Γραφαὶ καὶ τὴν διὰ τῆς Παρθένου γέννησιν, εὐθὺς καὶ τὴν αἰ τίαν συνάπτουσιν, ἵνα μάθωμεν ὅτιπερ ὁ ὢν ἀεὶ τοῦ Θεοῦ Λόγος, διὰ τίνα χρείαν γέγονεν ἄνθρωπος, οὐκ ἀρχὴν τοῦ εἶναι τότε λαβὼν, ἀλλ' εἰς τὴν τοῦ δούλου μορφὴν ὅσον εἰς τὸ σχῆμα μεταποιούμενος, καὶ κατὰ τοῦτο πε ποιῆσθαί τε καὶ ἐκτίσθαι νοούμενος. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐκ ἔχει τὴν αἰτίαν· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, οὐκ ἔχει τὴν αἰτίαν· καὶ Θεὸς ἦν ὁ Λόγος, οὐκ ἔχει τὴν αἰτίαν. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ἐγώ εἰμι τὸ φῶς. Ἐγώ εἰμι ἀλήθεια. Ὃς ὢνἀπαύγασμα καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· ταῦτα πάντα τοῦ Υἱοῦ τὴν οὐσίαν σημαίνοντα, τὴν αἰτίαν οὐκ ἔχει δι' ἣν ταῦτά ἐστιν. Ἐπὶ δὲ τῆς ἐνσάρκου γενέσεως, συμπεπλεγμένας ἡ Γραφὴ τὰς αἰτίας εἰσφέρει. Λέγει γοῦν αὐτὸς ὁ Σωτήρ· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Καὶ πάλιν· Ἐγὼ φῶς, εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ, ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ πάλιν· Ἐγὼ εἰς τοῦτο γεγένημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Ὁ δέ γε μακάριος Παῦλος τὴν αἰτίαν τῆς πρὸς ἡμᾶς ἀφίξεως αὐτοῦ σαφέστατα λέγων, ἐπιστέλλει· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν. Καὶ πάλιν· Ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Καὶ πάλιν· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει 75.273 διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Καὶ πάλιν· Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Καὶ πάλιν ὁ Σωτὴρ περὶ ἑαυτοῦ· Εἰς κρίσιν ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Ὅτε τοίνυν γέγονεν ἄνθρωπος ἵνα ταῦτα πληρώσῃ τὰ ἔργα, καὶ ἀρχὴ γένηται τῶν τοιούτων ὁδῶν, εἰκότως ἂν λέγοι περὶ ἑαυτοῦ· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Οὐκ ἐκτίσθη γὰρ εἰς τὸ εἶναι παρενεχθεὶς, ἀλλ' ὢν ἀεὶ καὶ ὑπάρχων, ἐκτίσθη σὰρξ διὰ τὰς προκειμένας αἰτίας. Ἔτι εἰς τὸ, Κύριος ἔκτισέ με, ὅτι οὐ κτίσμα ὁ Υἱός. Φησί που Παῦλος περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἅνθρωπον. Εἰ τοίνυν τὸ καὶ δύο κτίζει Χριστὸς ἐν ἑαυτῷ, καὶ εἰς ἕνα καινὸν ἄνθρωπον ἀναμορφοῖ, τουτέστιν, εἰς τὸν κατὰ ἀρετὴν βίον· ἡμεῖς γὰρ ἦμεν οἱ ἐν αὐτῷ κτιζόμενοι, καθὸ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπελάβετο, καὶ ἐν αὐτῷ πρώτῳ τῆς ἀρεσκούσης Θεῷ πολιτείας ἐσχήκαμεν τὰς ἀρχὰς εἰς ἀμείνονα βίον ἀνακτιζόμενοι· εἰκότως ἂν λέγοι καὶ νῦν ὡς ὑπὲρ ἡμῶν εἰς τὸν ἕνα κτιζόμενος ἄνθρωπον· Κύριος ἔκτισέ με. ΑΛΛΟ. Γέγραπταί που περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ Ὅτιπερ αὐτὸς τὰς ἀσθενείας ἡμῶν αἴρει. Καὶ πάλιν· Γέγονεν ὑπὲρ ἡμῶν κατάρα. Καὶ πάλιν· Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν. Ὥσπερ οὖν ἠσθενηκέναι λέγεται, καίτοι μὴ ἀσθενήσας πώποτε (δύναμις γὰρ Θεοῦ ἐστιν), ὅτι τὰς ἡμῶν ἀσθενείας ἐβάστασε· γεγενῆσθαί τε αὐτὸν κατάραν ἡ θεία φησὶ Γραφὴ, οὐκ αὐτὸ δὴ τοῦτο εἰς κατάραν μεταπεποιῆσθαι σημαίνουσα, ἀλλ' ὅτι τὴν ὑπὲρ ἡμῶν κατάραν ὑπήνεγκε· καὶ πάλιν ἁμαρτία γεγενῆσθαι λέγεται, οὐ τῆς οἰκείας φύσεως ἐπιλελησμένος, οὐδὲ εἰς ἁμαρτίαν μετενεχθεὶς, ὁ ταύτην οὐκ εἰδὼς, ἀλλ' ὅτι τὰς ἁμαρτίας ἡμῶν