87
103.1 Ἤγαγεν εἰς ἔργον ὁ Κύριος τοῦ λαοῦ αὐτοῦ τὰ αἰτή ματα, καὶ ἔδωκεν αὐτῷ διὰ τῆς ἡμετέρας ταπεινώσεως ποιμένα ἄξιον μὲν τοῦ ὀνόματος καὶ οὐ κατὰ τοὺς πολλοὺς καπηλεύοντα τὸν λόγον, δυνάμενον δὲ καὶ ἡμῖν τοῖς τὴν ὀρθότητα τοῦ κηρύγματος ἀγαπῶσι καὶ τὴν κατ' ἐντολὰς τοῦ Κυρίου ζωὴν καταδεξαμένοις ἀρέσκειν καθ' ὑπερβολὴν ἐν τῷ ὀνόματι τοῦ Κυρίου τοῦ πληρώσαντος αὐτὸν τῶν πνευματικῶν αὐτοῦ χαρισμάτων.
104.τ ΜΟ∆ΕΣΤΩ ΕΠΑΡΧΩ
104.1 Αὐτὸ τὸ γράφειν πρὸς ἄνδρα τοσοῦτον, κἂν μηδεμία πρόφασις ἑτέρα
προσῇ, μέγιστόν ἐστι τῶν εἰς τιμὴν φε ρόντων τοῖς αἰσθανομένοις, διότι αἱ πρὸς τοὺς παμπληθὲς τῶν λοιπῶν ὑπερέχοντας ὁμιλίαι μεγίστην τοῖς ἀξιουμέ νοις τὴν περιφάνειαν προξενοῦσιν. Ἐμοὶ δ' ὑπὲρ πατρίδος πάσης ἀγωνιῶντι ἀναγκαία πρὸς τὴν σὴν μεγαλόνοιαν ἡ ἔντευξις, δι' ἧς ἱκετεύω πράως καὶ κατὰ τὸν σεαυτοῦ τρόπον ἀνασχέσθαι καὶ χεῖρα ὀρέξαι τῇ πατρίδι ἡμῶν εἰς γόνυ ἤδη κλιθείσῃ. Ἔστι δὲ ὑπὲρ οὗ ἱκετεύομέν σε τὸ πρᾶγμα τοιοῦτον. Τοὺς τῷ Θεῷ ἡμῶν ἱερωμένους, πρεσ βυτέρους καὶ διακόνους, ὁ παλαιὸς κῆνσος ἀτελεῖς ἀφῆκεν. Οἱ δὲ νῦν ἀπογραψάμενοι, ὡς οὐ λαβόντες παρὰ τῆς ὑπερφυοῦς σου ἐξουσίας πρόσταγμα, ἀπεγράψαντο, πλὴν εἰ πού τινες ἄλλως εἶχον ὑπὸ τῆς ἡλικίας τὴν ἄφεσιν. ∆εόμεθα γοῦν μνημόσυνον τῆς σῆς εὐεργεσίας τοῦτο ἡμῖν ἐναφεθῆναι παντὶ τῷ ἐπιόντι χρόνῳ ἀγαθὴν περὶ σοῦ μνήμην διαφυλάττον καὶ συγχωρηθῆναι κατὰ τὸν παλαιὸν νόμον τῆς συντελείας τοὺς ἱερατεύοντας, καὶ μὴ εἰς πρόσωπον τῶν νῦν καταλαμβανομένων γενέσθαι τὴν ἄφεσιν (οὕτω γὰρ εἰς τοὺς διαδόχους ἡ χάρις μεταβήσεται οὓς οὐ πάντως συμβαίνει τοῦ ἱερατεύειν ἀξίους εἶναι), ἀλλὰ κατὰ τὸν ἐν τῇ ἐλευθέρᾳ ἀπογραφῇ τύπον κοινήν τινα συγχώ ρησιν κληρικῶν γενέσθαι, ὥστε ὑπὸ τῶν οἰκονομούντων τὰς Ἐκκλησίας τοῖς ἑκάστοτε λειτουργοῦσι τὴν ἀτέλειαν δίδοσθαι. Ταῦτα καὶ τῇ σῇ μεγαλοφυΐᾳ ἀθάνατον τὴν ἐπὶ τοῖς ἀγαθοῖς δόξαν διαφυλάξει καὶ τῷ βασιλικῷ οἴκῳ πολ λοὺς τοὺς ὑπερευχομένους παρασκευάσει καὶ αὐτοῖς τοῖς δημοσίοις μέγα παρέξει ὄφελος, ἡμῶν οὐ πάντως τοῖς κληρικοῖς, ἀλλὰ τοῖς ἀεὶ καταπονουμένοις τὴν ἀπὸ τῆς ἀτελείας παραμυθίαν παρεχομένων, ὅπερ οὖν καὶ ἐπὶ τῆς ἐλευθερίας ποιοῦμεν, ὡς ἔξεστι γνῶναι τῷ βουλομένῳ.
105.τ ∆ΙΑΚΟΝΟΙΣ ΘΥΓΑΤΡΑΣΙ ΤΕΡΕΝΤΙΟΥ ΚΟΜΗΤΟΣ
105.1 Ἐγὼ καὶ Σαμοσάτοις ἐπιστὰς προσεδόκησα συντεύ ξεσθαι τῇ κοσμιότητι
ὑμῶν καί, ἐπειδὴ διήμαρτον τῆς συντυχίας, οὐ μετρίως ἤνεγκα τὴν ζημίαν λογιζόμενος πότε ἢ ἐμοὶ δυνατὸν πάλιν πλησιάσαι τοῖς καθ' ὑμᾶς χωρίοις ἢ ὑμῖν αἱρετὸν τὴν ἡμετέραν καταλαβεῖν. Ἀλλ' ἐκεῖνα μὲν κεῖται ἐν τῷ θελήματι τοῦ Κυρίου. Τὸ δὲ νῦν ἔχον, ἐπειδὴ εὗρον τὸν υἱὸν Σωφρόνιον πρὸς ὑμᾶς ἐξορ μῶντα, ἡδέως αὐτῷ τὴν ἐπιστολὴν ἐπέθηκα ταύτην, προσηγορίαν ὑμῖν κομίζουσαν καὶ τὴν ἡμετέραν γνώμην δηλοῦσαν, ὅτι οὐ διαλιμπάνομεν τῇ τοῦ Θεοῦ χάριτι μεμνημένοι ὑμῶν καὶ εὐχαριστοῦντες ὑπὲρ ὑμῶν τῷ Κυρίῳ, ὅτι ἀγαθῆς ῥίζης ἀγαθὰ βλαστήματά ἐστε, ἔγκαρπα τοῖς ἀγαθοῖς ἔργοις καὶ τῷ ὄντι ὡς κρίνα ἐν μέσῳ ἀκανθῶν. Τὸ γὰρ ὑπὸ τοσαύτης διαστροφῆς τῶν παραφθειρόντων τὸν λόγον τῆς ἀληθείας περικυκλουμένας μὴ ἐνδοῦναι πρὸς τὰς ἀπάτας, μηδὲ τὸ ἀποστολικὸν τῆς πίστεως κήρυγμα καταλιπούσας πρὸς τὴν νῦν ἐπιπολάζουσαν καινοτομίαν μετατεθῆναι, πῶς οὐχὶ μεγάλης μὲν πρὸς τὸν Θεὸν εὐχα ριστίας ἄξιον, μεγάλους δὲ ὑμῖν ἐπαίνους δικαιότατα προξενεῖ; Εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα πεπιστεύκατε· μὴ