οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶττάν μου, ὅτι ὀδυνῶ μαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδε παρακα λεῖται, σὺ δὲ ὀδυνᾶσαι." Καὶ εἴπερ τι χρὴ βραχυ λογοῦντας ἡμᾶς ἐπὶ τούτοις εἰπεῖν· τῷ μὲν γὰρ πλουσίῳ, λεπτὰ μὲν ἦν σφόδρα καὶ ἁλουργῆ τὰ ἐσθή ματα, καὶ χρυσῷ που τάχα διαπεπασμένα· οἶκος διαφανὴς, κρείττων, οἶμαι, καὶ θαύματος, καὶ φθόνῳ μανίαν ἀνακαῦσαι δυνάμενος· οἰκετῶν εὐειματούν των οὐ μετρία πληθὺς, δάπιδες αἱ πολυειδεῖς, καὶ αὐτοῖς ἐδάφεσιν ἐπεστρωμέναι· οἰνοχόοι, καὶ ὀψο ποιοὶ, καὶ ἀλφιτουργοὶ, καλοὶ καὶ ἀστεῖοι τὸ ἐπιτή δευμα· τράπεζα τῶν ἐδωδίμων ἀεὶ καταγέμουσα. Ἀλλ' ἦν δήπου καὶ κολάκων ἑσμὸς τῆς τοῦ πλου σίου γλώττης ἀπηρτημένων, καὶ ὀμνύντων μὲν, ὅτι πάντων ἄριστον, εἰ προέλοιτό τι καὶ τῶν ἀτοπω τάτων θαυμάσαι, κακυνόντων δὲ, ὡς τάχος, εἰ καὶ αὐτὴν κακύνοι τὴν ἀρετήν. Τὴν δέ γε θεομισῆ καὶ ἐξίτηλον βδελυρίαν, κώμους δὴ λέγω, καὶ παρακρο τήματα, τάς τε ἐπιτραπεζίους ᾠδὰς, καὶ αὐλητρί δων ὀρχήματα, τί δεῖ καὶ λέγειν; Σιωπᾶσθαι γὰρ οἶμαι πρέπειν, ἃ καὶ διὰ μνήμης ἑλὼν, οἴχοιτ' ἄν τις οὐκ ἀζήμιος. Ὁ δέ γε ἕτερος ἦν τρισάθλιος πένης, ἀνείμων, ἀνέστιος, κηδεμόνων ἔρημος, καὶ τῆς τοῦ σώματος εὐρωστίας ἐπιδεὴς, ὅλον ἔχων τῆς ἐπιθυμίας τὸ τέλος εἰς τὸν τῶν ἀπαραιτήτων ἐκπο ρισμὸν, καὶ τῆς εὐημερίας τὸ πλάτος ἐν ὀλίγοις ἀναμετρούμενος. Ὤετο γὰρ δεῖν πρὸς πέρας ἥκειν ἐλπίδος καὶ προσευχῆς, εἴπερ ἄρτους καὶ ῥακίων ἐξείη μεταλαχεῖν. Εἰς τοῦτο δὲ ἥκειν ταλαιπωρίας αὐτὸν ὁ τῆς εὐαγγελικῆς παραβολῆς καταγράφει λόγος, ὡς καὶ ὀδωδόσι συνευνάζεσθαι κυσὶ, καὶ μό νους ἐκείνους ἔχειν ὁμιλητὰς, ἥδιστά τε προσίεσθαι θεραπεύοντας, ὅτε λίχνον ἐπ' αὐτῷ τὴν γλῶτταν ἱέντες, διαμαρτεῖν ἤθελον, ἣν ἂν καὶ σφίσιν αὐτοῖς τραυμάτων ἄκεσιν φυσικοῖς ἐξεῦρον νόμοις, καὶ τῷ Λαζάρῳ δωρούμενοι. Ἀλλ' οὐδὲν τῶν τοιούτων ὑπολογιζόμενος ὁ γεννάδας ἐκεῖνος καὶ φιλόκομπος ἀνήρ· ἦν μὲν γὰρ ἀτεράμων καὶ ἀναλγὴς, ἐποικτεῖ ραι δὲ δέον, ἡγεῖτο φορτικὸν, καὶ ταῖς ἀνηκέστοις τοῦ κάμνοντος συμφοραῖς, τὸ τῆς ἡμερότητος ἐπι 77.649 στάξαι δάκρυον, ἀφιλοθέως παρωθούμενα, εἰκαῖον ἄχθος ὠνόμαζε· καὶ συρφετοῦ μὲν διενεγκεῖν οὐδέν· ἐν ἴσῳ δὲ τοῖς ἐν μνήμασι, βδελυρὸν εἶναι καὶ ἀπηχθη μένον, καὶ ἐν λόγῳ κεῖσθαι μηδενί. Καίτοι χρῆν· δήπου διενθυμεῖσθαι σοφῶς, ὡς ὁ τῆς ἡμετέρας φύσεως γενεσιουργὸς καὶ τεχνίτης, οὐχ ἑτέραν μὲν τοῖς πλουσίοις εἰς τὸ εἶναι πάροδον, ἑτέραν δὲ τοῖς ἐν ἐνδείᾳ δεδώρηται· ἀλλ' ἴση μὲν πάντων ἡ ἐκ πα τρὸς εἰς μητέρα καταβολὴ, ὠδῖνες δὲ καὶ ὁ τοῦ τό κου τρόπος οὐχ ἕτερος, καὶ μὴν καὶ αὐτὸ διὰ τῶν ὁμοίων σχημάτων ἔρχεται τὸ σῶμα· ἕνα δ' οἱ πάντες οὐρανὸν περικείμεθα· ἑνὸς ἡλίου λαμπάδι τετιμή μεθα, οὐκ ἀμείνω μὲν καὶ φαιδροτέραν τοῖς ἐκ πλούτου διαφανεστέροις ἐνιέντος αὐγὴν, ἧττον δὲ ἢ κατ' ἐκείνους τοὺς ἐν ἐνδείᾳ φωτίζοντος. Οὐκοῦν ἡ μὲν φύσις οὐκ οἶδε διαφθορὰν, οὐδὲ μὴν ὁ τῆς ἁπάν των γενέσεως ἀρχηγέτης Θεὸς, προσεξεύρηται δὲ τοῦτο ταῖς ἀνθρωπίναις πλεονεξίαις. Ἀλλ' ἦν δή που τάχα τὸ ἀπεῖργον οὐδὲν, διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων, καὶ αὐτῆς εὖ μάλα τῆς θείας καταστοχά ζεσθαι γνώμης· οἴχεσθαι δὲ οὕτως ἐᾷν ἐξ οὐρίας τὰ καθ' ἡμᾶς, τῷ τῆς ἀγάπης δεσμῷ πρὸς ἰσότητα διοικούμενα. Ὁ γὰρ ἐν ἴσῳ πάντα διανείμας τὰ τῆς φύσεως ἀγαθὰ, καὶ τῷ περιττῷ καὶ πλείονι τιμήσας οὐδένα, πῶς οὐκ ἂν ἠθέλησεν ἐκποδὼν ποιῆσαι τὴν ἐν τοῖς ἑτέροις πλεονεξίαν, καὶ οἰκονόμους ὥσπερ τινὰς τῶν ἐν ἐνδείᾳ καθεστάναι τοὺς ἔχοντας, ἵνα τι καὶ δόξης καὶ τῆς εἰς αἰῶνας τρυφῆς τοῖς εὖ πεπονθόσι συμμετασχεῖν ἰσχύσειαν; Ἀλλὰ γὰρ μικροῦ τι τὸν ἐμὸν παρώλισθε νοῦν, ὃ τοῖς εἰρημένοις προσθεῖναι καλόν. Ἐν ἐκείνοις ὄντα τοῖς ἀνιαροῖς τὸν Λάζαρον καὶ τῷ θα νάτῳ κατειλημμένον, μεθορμίσασθαι μὲν τῶν ἀν θρωπίνων συμβέβηκεν. ἀποκομισθῆναι δὲ δι' ἀγγέλων εἰς κόλπους Ἀβραάμ· τὸν δὲ ταῖς ἐκ πλούτου τρυ φαῖς ἀμέτρως περιχεόμενον, καὶ ταῖς τῶν κολάκων εὐφημίαις ζηλωτὸν καὶ μακαριστὸν, καὶ τὰ ἔτη