Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
τὸ ἐγέννησε προξενεῖ· τῷ δὲ ἀγεννήτῳ καὶ ἀκτίστῳ Λόγῳ τοῦ Πατρὸς, ἡ τῆς ἀνθρωπότητος χρεία τὸ λέγειν ἑαυτὸν ἐκτίσθαι δίδωσι. Καὶ τὰ μὲν κτίσματα λόγῳ καὶ βουλήσει Θεοῦ καλεῖται πρὸς υἱοθεσίαν. Ἐγὼ γὰρ εἶπα, φησὶν, Οὐκ ἐγέννησα. Ὁ δὲ Υἱὸς τὴν ἄῤῥητον ἑαυτοῦ καὶ φυσικὴν ἐκ Πατρὸς γέννησιν καταμηνύων ἔλεγεν· Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω. Καὶ πάλιν ἕτερον ἑαυτὸν παρὰ τὴν τῶν γενητῶν φύσιν ὄντα δεικνύων, φησίν· Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί. Οὐ γὰρ δή τις ἐρεῖ σωφρονῶν τοπικοῖς καὶ διαστηματικοῖς ὑψώμασιν ἀποσεμνύνεσθαι τὸν τοῦ Θεοῦ Λόγον· ἀλλὰ τὸ μὲν ταπεινὸν τῆς κτιστῆς οὐσίας διὰ τοῦ κάτω σημαίνεται, τὸ δὲ ὕψος τῆς θείας καὶ πάντα ὑπεραιρούσης φύσεως διὰ τοῦ ἄνω νοεῖται. Τοσαύτης τοιγαροῦν μεταξὺ κειμένης διαφορᾶς κτιζομένου καὶ γεννήματος, ἀδιαφορείτωσαν αἱ λέξεις, ὅτε βλάβος οὐδὲν κατὰ τῶν σημαινομένων γίνεται. ΑΛΛΟ, διηγηματικῶς, εἰς τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, καὶ ἐφεξῆς· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Εἰ πρὸ πάντων ἑαυτὸν γεγεννῆσθαί φησιν, οὐκ ἂν εἴη τῶν πάντων εἷς, ἀλλ' ἕτερος παρ' αὐτά. Τὰ μὲν γὰρ πάντα ἐν ἑαυτοῖς ἔχει καὶ τὴν οἰκείαν ἀρχήν· οὐκ ἂν γὰρ εἴη πάντα εἴ τι τῶν ἐν αὐτοῖς ἔξω μένον εὑρίσκοιτο. Εἰ οὖν πρὸ πάντων ὁ Υἱὸς ἐγεννήθη, ἐν ἰδίῳ μὲν ἀριθμῷ τὰ πάντα κείσεται· ἔξω δὲ αὐτῶν ἡ τοῦ Υἱοῦ νοηθήσεται γέννησις. Ὁ δὲ τοῖς γενητοῖς ἀσύντακτος, ἑτέρας ἂν εἴη φύσεως παρ' αὐτά. Ἐγεννήθη τοιγαροῦν, καθὸ Λόγος ἐστὶν, ἐκ Πατρός· ἐκτίσθη δὲ, καθὸ ἄνθρωπος, καὶ γέγονεν ἀρχὴ ὁδῶν. Ὥσπερ οὖν ἡμεῖς, ὅτε τὸν τοῦ Θεοῦ Λόγον ἐν ἑαυτοῖς 75.280 δεχόμεθα, δι' αὐτὸν υἱοὶ καλούμεθα τοῦ Θεοῦ, κατὰ φύσιν ὄντες ποιήματα, οὕτω καὶ αὐτὸς ὅτε τὴν ἡμῶν σάρκα λαμβάνει, κτίσμα καλεῖται καὶ ποίημα, κατὰ φύσιν ὑπάρχων Υἱός. Καὶ πάλιν, ὥσπερ ἡμῶν ποιητὴς ὢν ὁ Θεὸς γίνεται καὶ Πατὴρ, οὕτω καὶ τοῦ Θεοῦ Λόγου Πατὴρ κατὰ φύσιν ὑπάρχων γίνεται καὶ κτίστης, ὅτε δι' ἡμᾶς ἐξομοιοῦται τοῖς κτίσμασιν. Εἰ μὲν οὖν ἡμεῖς κατὰ φύσιν ἐσμὲν υἱοὶ, ἔσται καὶ αὐτὸς κατὰ φύσιν κτίσμα καὶ ποίημα. Εἰ δὲ ἡμεῖς θέσει καὶ χάριτι πρὸς υἱότητα καλούμεθα, καὶ αὐτὸς θέσει κτίσμα διὰ τὴν καθ' ὑμᾶς οἰκονομίαν, τὸ ἐκ φύσεως οὐκ ἀπολλύων ἀξίωμα. ΑΛΛΟ, διδασκαλία σαφὴς, ὅπως χρὴ νοεῖν εὐσε βῶς τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐ τοῦ. Γέγονεν ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ, καὶ ὁδὸς αὐτῷ σωτηρίας δέδοται παρὰ Θεοῦ. Ταύτην ἀπώλεσε, τὴν θείαν ἐντολὴν παραβεβηκὼς, πέπτωκεν εἰς φθορὰν, ἠνέχθη πρὸς ἁμαρτίαν, καταβέβηκεν εἰς θάνατον. Ἔδει πάλιν ἡμῖν ὁδὸν ἑτέραν ἀναδειχθῆναι, δι' ἧς τὴν ἀρχαίαν κατάστασιν ἐκείνην ἀναβῆναι δυνησόμεθα. Ἐπειδὴ δὲ ἀνθρώπων οὐδεὶς ἱκανὸς ὢν εἰς τοῦτο κατεφαίνετο, ἀναγκαίως αὐτὸς ὁ φιλάνθρωπος τοῦ Θεοῦ Λόγος, ἄκτιστος ὢν τὴν φύσιν, ἄνθρωπος κτίζεται δι' ἡμᾶς, βουλήσει τοῦ Πατρὸς τὴν ἡμῶν σάρκα περιβαλόμενος· ἵνα, καθάπερ ὁ Παῦλός φησιν, ὁδὸν ἡμῖν ἐγκαινίσῃ πρόσφατον καὶ μένουσαν, καὶ πληρώσῃ τὰ ἔργα τοῦ Πατρὸς, ἀνανεῶν μὲν εἰς ἀφθαρσίαν τὸ σῶμα, τὸν δ' ἐξ ἁμαρτίας κρατήσαντα θάνατον ἀναιρῶν, καὶ αὐτὴν κατακρίνων τὴν ἁμαρτίαν, καὶ τὰ ἄλλα πάντα ποιῶν ὅσα τῇ φύσει γέγονεν ἀγαθὰ δι' αὐτοῦ. Εἰ τοίνυν γέγονεν ἄνθρωπος, ἵνα καὶ ὁδὸς ἡμῖν γένηται τῶν ἀγαθῶν, καὶ τὰ ἔργα ταῦτα πληρώσῃ, ἃ δὴ παρὰ Πατρὸς δι' αὐτοῦ γίνεται, εἰκότως ἂν λέγοι· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ἑξῆς δὲ πάλιν τὴν προαιώνιον ὕπαρξιν ἑαυτοῦ σημαίνων, φησί· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. Εἰ δὲ καὶ γεννᾶται καὶ κτίζεται, ἀμφοτέροις ἀποδώσει τὸ πρέπον. Γεννᾶται μὲν γὰρ ὡς Λόγος παρὰ Πατρὸς πρὸ τῶν αἰώνων, καθάπερ φησὶ, κτίζεται δὲ ὡς ἄνθρωπος, ὅτε δι' ἡμᾶς γέγονε σάρξ· οὕτως φησὶν ὁ εὐαγγελιστής. ΑΛΛΟ. Φησί που περὶ τοῦ Θεοῦ Λόγου ∆αβίδ· Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Εἰ τοίνυν ὁ μὲν Υἱὸς πρὸ τῶν αἰώνων ὑπάρχει, κτίζεσθαι δέ φησιν ἑαυτὸν εἰς τὰ ἔργα τοῦ Πατρὸς, ἀνάγκη πᾶσα συνεστώτων ἤδη τῶν ἔργων κτίζεσθαι νοεῖν αὐτόν. Μετὰ γὰρ τὴν τῶν ποιημάτων εἰς τὸ εἶναι πάροδον, ἐν τελευταίοις τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος, ὅτε δὴ πρεπόντως τε καὶ λίαν