1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

88

προδῶτε ταύτην τὴν παρακαταθήκην. Πατέρα τὴν πάντων ἀρχήν· Υἱὸν Μονογενῆ, ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεόν, τέλειον ἐκ τελείου, εἰκόνα ζῶσαν, ὅλον δεικνύντα ἐν ἑαυτῷ τὸν Πατέρα· Πνεῦμα Ἅγιον, ἐκ Θεοῦ ὕπαρχον, τὴν πηγὴν τῆς ἁγιότητος, δύνα μιν ζωῆς παρεκτικήν, χάριν τελειοποιόν, δι' οὗ υἱοθε τεῖται ἄνθρωπος καὶ ἀπαθανατίζεται τὸ θνητόν, συνημ μένον Πατρὶ καὶ Υἱῷ κατὰ πάντα, ἐν δόξῃ καὶ ἐν ἀϊδιότητι, ἐν δυνάμει καὶ βασιλείᾳ, ἐν δεσποτείᾳ καὶ θεότητι, ὡς καὶ ἡ τοῦ σωτηρίου βαπτίσματος παράδοσις μαρτυρεῖ. Οἱ δὲ κτίσμα λέγοντες ἢ τὸν Υἱὸν ἢ τὸ Πνεῦμα ἢ ὅλως αὐτὸ εἰς τὴν λειτουργικὴν καὶ δουλικὴν κατάγοντες τάξιν μακράν εἰσι τῆς ἀληθείας, ὧν φεύγειν προσήκει τὰς κοινωνίας καὶ ἐκτρέπεσθαι τοὺς λόγους ὡς δηλητήρια ὄντα ψυχῶν. Ἐὰν δέ ποτε δῷ ἡμῖν ὁ Κύριος γενέσθαι κατὰ ταὐτόν, πλατύ τερον ὑμῖν τοὺς περὶ τῆς πίστεως ἐκθησόμεθα λόγους, ὥστε μετ' ἀποδείξεων γραφικῶν καὶ τὸ τῆς ἀληθείας ἰσχυρὸν καὶ τὸ σαθρὸν τῆς αἱρέσεως ὑμᾶς ἐπιγνῶναι.

106.τ ΣΤΡΑΤΙΩΤΗ

106.1 Ὑπὲρ πολλῶν ἔχοντες εὐχαριστεῖν τῷ Κυρίῳ, ὧν καὶ ἠξιώθημεν παρ'

αὐτοῦ ἐπὶ τῆς ἐπιδημίας ἡμῶν, μέγιστον ἀγαθὸν ἐκρίναμεν τὴν γνῶσιν τῆς σῆς τιμιότητος, τὴν παρὰ τοῦ ἀγαθοῦ ∆εσπότου παρασχεθεῖσαν ἡμῖν. Ἔγνωμεν γὰρ ἄνδρα δεικνύντα ὅτι καὶ ἐν τῷ στρατιωτικῷ βίῳ δυνα τὸν τῆς πρὸς Θεὸν ἀγάπης τὸ τέλειον διασῶσαι, καὶ ὅτι οὐκ ἐν τῇ περιβολῇ τῆς ἐσθῆτος, ἀλλ' ἐν τῇ διαθέσει τῆς ψυχῆς ὁ χριστιανὸς ὀφείλει χαρακτηρίζεσθαι. Καὶ τότε οὖν μετὰ πάσης ἐπιθυμίας συνετύχομέν σοι καὶ νῦν, ὁσάκις ἂν εἰς μνήμην ἔλθωμεν, μεγίστης ἀπολαύομεν εὐφροσύνης. Ἀνδρίζου τοίνυν καὶ ἴσχυε καὶ τὴν πρὸς Θεὸν ἀγάπην τρέφειν καὶ πολυπλασιάζειν ἀεὶ σπούδαζε, ἵνα σοι καὶ ἡ τῶν ἀγαθῶν παρ' αὐτοῦ χορηγία ἐπὶ μεῖζον προΐῃ. Ὅτι δὲ καὶ ἡμῶν μέμνησαι οὐδεμιᾶς ἑτέρας ἀπο δείξεως προσδεόμεθα, τὴν ἐκ τῶν πραγμάτων ἔχοντες μαρτυρίαν.

107.τ ΙΟΥΛΙΤΤΗ ΕΛΕΥΘΕΡΑ

107.1 Πάνυ ἠθύμησα τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου, ὅτι σε πάλιν

αἱ αὐταὶ περιέχουσιν ἀνάγκαι. Καὶ τί δεῖ ποιεῖν πρὸς ἀνθρώπους οὕτω παλίμβουλον ἐπιδεικνυ μένους τὸ ἦθος καὶ ἄλλοτε ἄλλα λέγοντας καὶ ταῖς ἰδίαις ὁμολογίαις μὴ ἐμμένοντας; Εἰ γὰρ μετὰ τὰς ἐπ' ἐμοῦ καὶ τοῦ ἀπὸ ὑπάρχων ὑποσχέσεις, νῦν, ὡς μηδενὸς εἰρημένου, οὕτω στενοχωρεῖ τὴν προθεσμίαν, ἔοικε παντελῶς ἀπηρυ θριακέναι πρὸς ἡμᾶς ὁ ἀνήρ. Πλὴν ἀλλ' ἐπέστειλα αὐτῷ ἐντρέπων αὐτὸν καὶ ὑπομιμνήσκων τῶν αὐτοῦ ὑποσχέσεων. Ἐπέστειλα δὲ καὶ Ἑλλαδίῳ τῷ οἰκείῳ τοῦ ἐπάρχου, ἵνα δι' αὐτοῦ διδαχθῇ τὰ κατὰ σὲ ὁ ἔπαρχος. Αὐτὸς γὰρ μέχρι τοσούτου θαρρῆσαι δικαστῇ τοσούτῳ οὐκ ἐνόμισα ἐπιβάλλον εἶναί μοι, διὰ τὸ μηδέ πω περὶ ἰδιωτικοῦ πράγματος αὐτῷ ἐπεσταλκέναι καὶ ὑφορᾶσθαι κατάγνωσίν τινα, ὡς οἶδας, εὐκόλως τῶν μεγάλων ἀνδρῶν ἀγριαινόντων πρὸς τὰ τοιαῦτα. Εἰ μέντοι τι ἔσται ὄφελος, ἔσται τοῦτο διὰ Ἑλλαδίου ἀνθρώπου καὶ χρηστοῦ καὶ περὶ ἡμᾶς διακειμένου καὶ Θεὸν φοβουμένου καὶ παρρησίαν ἀμύθητον ἔχοντος πρὸς τὸν ἄρχοντα. ∆υνατὸς δὲ ὁ Ἅγιος διαγαγεῖν σε πάσης θλίψεως, μόνον ἐὰν ἀληθινῇ καὶ γνησίᾳ καρδίᾳ ἐπελπίσωμεν ἐπ' αὐτόν.

108.τ ΤΩ ΚΗ∆ΕΜΟΝΙ ΤΩΝ ΚΛΗΡΟΝΟΜΩΝ ΙΟΥΛΙΤΤΗΣ