Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
εὐκαίρως τὸ, ἔκτισέ με, φησί. Πῶς οὖν αὐτὸς ἂν ὑπάρχῃ τούτων ὁ ποιητὴς, εἰ μετ' ἐκεῖνα κτίζεται; Εἰ δὲ πρὸ τῶν ἔργων ἐστὶν ὁ τούτων ποιη 75.281 τὴς τοῦ Θεοῦ Λόγος, κτίζεται δὲ εἰς αὐτὰ, οὐ τῆς οὐσίας αὐτοῦ δηλωτικὸν ἂν εἴη τὸ ἔκτισε· σημαίνει δ' ἂν εἰκότως τὴν ἐνανθρώπησιν ὅτε πρὸς ἐπανόρθωσιν τῶν ἔργων τοῦ Πατρὸς γέγονε σάρξ. Καὶ διὰ τοῦτό φησι· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. ΑΛΛΟ, ὡς ἐν ἐπιτομῇ. Ἐκτίσθαι φησὶν ἑαυτὸν εἰς ἀρχὴν ὁδῶν. Καὶ ποίων ἆρα, μαθήσῃ διὰ τῶν ἐφεξῆς. Πρῶτον μὲν τὰς ἀρετὰς ἐξαριθμούμενος, ἃς πρῶτος ποιήσας ἐδίδαξε καὶ ἡμᾶς· Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες· καὶ, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Ἀπὸ τοῦ αἴροντος τὰ σὰ, μὴ ἀπαίτει. -Ὁ νόμος φησίν· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν· Οὐκ ἐπιθυμήσεις, καὶ ὅσα πρὸς τούτοις ἐν τοῖς εὐαγγελικοῖς κεῖται κηρύγμασι. Ταῦτα γὰρ ἤρξατο μὲν ἐν πρώτῳ Χριστῷ, τρέχει δὲ ἐφεξῆς εἰς ἡμᾶς. ∆ιὰ τοῦτό φησιν· Ἐγώ εἰμι ἡ θύρα, Ἐγώ εἰμι ἡ ὁδός. Ἀρχὴ τοιγαροῦν τῶν τοιούτων ἡμῖν ἔργων γενόμενος, ὅτε διὰ τοῦτο τὴν ἡμῶν σάρκα περιεβάλετο, καὶ γέγονεν ἄνθρωπος, εἰκότως ἂν λέγοι· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Τὸν αὐτὸν δὲ τοῦτον ἐφαρμόσεις λόγον καὶ τῇ ἐκ νεκρῶν ἀναστάσει, καὶ τῇ εἰς ἀφθαρσίαν τῆς σαρκὸς μεταβολῇ, καὶ τῇ ἀνόδῳ τῇ εἰς οὐρανούς. Καὶ τούτων γὰρ ἡμῖν γέγονεν ἀρχὴ, καὶ διὰ ταῦτα κτίζεται. ΑΛΛΟ. Ἀπέθανε δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ Χριστός. Ὥσπερ οὖν τεθνηκότος τοῦ σώματος αὐτὸς τοῦτο λέγεται παθεῖν, καίτοι τὴν φύσιν ἀθάνατος ὢν, οὕτω κτιζομένου τοῦ σώματος, αὐτὸς ἑαυτὸν κτίζεσθαι λέγει, καίτοι τὴν οὐσίαν ἄκτιστος ὤν. Αὐτοῦ γὰρ οὔσης καὶ οὐχ ἑτέρου τινὸς τῆς σαρκὸς, ἰδιοποιεῖται τὰ εἰς αὐτὴν συμβαίνοντα. ΑΛΛΟ. Ἔργον τῶν ἐπὶ τῆς γῆς τὸ κάλλιστον ἄνθρωπος, ὃς δὴ τέλειος γεγονὼς, ἀτελὴς εὑρέθη διὰ τὴν παράβασιν, πεσὼν μὲν ἐξ ἀθανασίας εἰς θάνατον, ἐξ ἀφθαρσίας δὲ εἰς φθοράν. Ἐπεὶ τοίνυν ἕν τι τῶν ἀτοπωτάτων ἐφαίνετο, καὶ ἧν ὄντως αἰσχρὸν μέχρι παντὸς ἀτελὲς διαμεῖναι τὸ ἔργον τοῦ Θεοῦ, ἀναγκαίως ὁ τοῦ Θεοῦ Λόγος, ὁ τέλειος τὸν ἀτελῆ ἄνθρωπον περιεβάλετο· καὶ διὰ τοῦτό φησιν εἰς τὰ ἕργα κτίζεσθαι, ἵνα τελειώσῃ αὐτὰ, ἵνα πάλιν αὐτοῖς τὴν τελειότητα περιθήσῃ, τὸ λεῖπον τῷ ἀνθρώπῳ πληρώσας δι' ἑαυτοῦ. Καὶ γοῦν ἐν τοῖς Εὐαγγελίοις φησὶ πρὸς τὸν ἑαυτοῦ Πατέρα· Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω. Καὶ πάλιν· Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ. Εἰ τοίνυν ὅτε γέγονεν ἄνθρωπος, τότε τὰ ἔργα τελειοῖ, καὶ εἰς αὐτὰ κτίζεται, πρόδηλον δήπουθεν ὅτιπερ οὐ τῆς οὐσίας τοῦ Λόγου σημαντικὸν ἂν εἴη τὸ, 75.284 ἔκτισε· δηλοῖ δὲ μᾶλλον τὸν τῆς ἐπιδημίας καιρὸν, καθὸ σὰρξ γεγονὼς, ἐκτίσθαι λέγεται. Τότε γὰρ καὶ ὁλόκληρα ποιήσας τὰ ἔργα τοῦ Πατρὸς, καὶ ἀποκαταστήσας εἰς τὸ ἀρχαῖον τὴν ἀνθρώπου φύσιν, παρέστησεν ἑαυτῷ τὴν Ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ' ἁγίαν καὶ ἄμωμον· καὶ γεγόναμεν ἐν αὐτῷ καινὴ κτίσις, οὐκέτι φοροῦσα τὸ ἀτελὲς διὰ τὴν παράβασιν καὶ τὴν ἐκ τῆς ἁμαρτίας νέκρωσιν, ἀλλὰ λοιπὸν ἀπολαβοῦσα τὸ τέλειον διὰ τὴν ὑπακοὴν τοῦ Χριστοῦ καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν. Οὐκοῦν ἄνθρωπος διὰ ταῦτα γενόμενος, εἰκότως ἂν λέγοι τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. ΑΛΛΟ, εἰς τὸ, Κύριος ἔκτισέ με, ὅτι οὐ κτί σμα, οὐδὲ ποίημα ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ εἰς τὸ, Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. Εἰ κτίσμα ἐστὶ, καθ' ὑμᾶς, ὁ τοῦ Θεοῦ Λόγος, ὦ πάσης ἀσεβείας εὑρεταὶ, πῶς Θεῷ κολλώμεθα καὶ θεοποιούμεθα συναφθέντες αὐτῷ; Πῶς δὲ μεσίτης ἐστὶ Θεοῦ καὶ ἀνθρώπων ὁ Χριστός; Ἅπτεται μὲν γὰρ ἡμῶν, καθὸ γέγονεν ἄνθρωπος. Εἰ δὲ κτίσμα ἐστὶ καὶ οὐ Θεὸς, πῶς ἅψεται Θεοῦ; Ποῖος αὐτὸν ἐκείνῳ συνάψει τρόπος; Τὰ γὰρ ἀνόμοια κατὰ τὴν οὐσίαν οὐκ ἂν ἀλλήλοις φυσικῶς συναφθείη ποτέ. Πῶς δὲ, εἰ κτίσμα ἐστὶ, δι' αὐτοῦ σεσώσμεθα, τῆς θείας λεγούσης Γραφῆς· Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς; Πῶς δὲ εἰς αὐτὸν πιστεύοντες δικαιούμεθα, εἴπερ κτίσμα ἐστί; Πῶς δὲ τὸ. Γῆ εἶ, καὶ εἰς γῆν