89
108.1 Ἐθαύμασα ἀκούσας ὅτι, τῶν χρηστῶν ἐκείνων καὶ πρε πόντων τῇ σῇ ἐλευθερίᾳ ὑποσχέσεων ἐπιλαθόμενος, νῦν σφοδροτάτην καὶ ἀπαραίτητον ἐπάγεις τὴν ἀπαίτησιν τῇ ἀδελφῇ τῇδε, καὶ τί εἰκάσω ἐκ τῶν λεγομένων οὐκ ἔχω. Σοί τε γὰρ πολλὴν παρὰ τῶν πεπειραμένων σου μαρτυ ρουμένην ἐλευθερίαν σύνοιδα καὶ τῶν ὑποσχέσεών σου μέμνημαι ὧν ἐποίησας ἐπ' ἐμοῦ καὶ τοῦδε, λέγων ἐλάττονα μὲν γράφειν χρόνον, πλείονα δὲ συγχωρήσειν, διὰ τὸ βού λεσθαι συμπεριφέρεσθαι τῇ ἀνάγκῃ τοῦ πράγματος καὶ συγγνώμην παρέχειν τῇ ἐλευθέρᾳ ἀναγκαζομένῃ τοσοῦτον ἀθρόως ἐκ τῆς οἰκίας προΐεσθαι χρῆμα. Τίς οὖν ἡ αἰτία δι' ἣν ἡ τοσαύτη μεταβολὴ γέγονεν ἐγὼ νοεῖν οὐκ ἔχω. Πλὴν ὅπερ ἂν ᾖ, παρακαλῶ σε μεμνημένον τῆς σεαυτοῦ ἐλευθεριότητος καὶ πρὸς τὸν Κύριον ἀπιδόντα τὸν ἀμει βόμενον τὰς χρηστὰς προαιρέσεις δοῦναι τὸν καιρὸν ὃν ἐξ ἀρχῆς ὑπέσχου τῆς ἀνέσεως, ἵνα δυνηθῶσι συμπωλήσαντες τὰ ἑαυτῶν διαλῦσαι τὸ χρέος. ∆ῆλον δὲ ὅτι κἀκείνων μέμνημαι, ὅτι ὑπέσχου, εἰ λάβοις τὸ ὁμολογηθὲν χρυσίον, πάντα τὰ ὁμολογηθέντα χαρτία, καὶ τὰ ἐπὶ τῶν ἀρχόντων πραχθέντα καὶ τὰ ἰδιωτικῶς γενόμενα, παραδώσειν τῇ προειρημένῃ. Παρακαλῶ οὖν, καὶ ἡμᾶς τίμησον καὶ κτῆσαι παρὰ τῷ Κυρίῳ μεγάλην ἑαυτῷ εὐλογίαν ἀναμνησθεὶς τῶν σεαυτοῦ ὑποσχέσεων γινώσκων ὅτι ἄνθρωπος εἶ καὶ αὐτὸς ἀναμένειν ὀφείλεις τοὺς καιροὺς ἐν οἷς δεηθήσῃ τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως· ἣν μὴ ἀποκλείσῃς σεαυτῷ διὰ τῆς παρούσης σκληρότητος, ἀλλ' εὐτρέπισον τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ ἐπὶ σαυτὸν πᾶσαν χρηστότητα καὶ ἐπιείκειαν τοῖς καταπονουμένοις ἐπιδειξάμενος.
109.τ ΕΛΛΑ∆ΙΩ ΚΟΜΗΤΙ
109.1 Πάνυ παραιτούμενος δι' ὄχλου εἶναι τῇ χρηστότητί σου διὰ τὸ μέγεθος
τῆς περὶ ὑμᾶς ἀρχῆς, ἵνα μὴ δόξω ἀμέ τρως ἐμφορεῖσθαι τῆς φιλίας ὑμῶν, ὅμως ὑπὸ τῶν ἀναγκῶν ἡσυχάζειν οὐκ ἐπιτρέπομαι. Τὴν γοῦν ἀδελφὴν τήνδε, καὶ πρὸς γένος ἡμῖν οὖσαν καὶ διὰ χηρείαν καταπονουμένην καὶ παιδὸς ὀρφανοῦ πραγμάτων φροντίζουσαν, ἐπεὶ εἶδον λοιπὸν ὑπὲρ δύναμιν ἀφορήτοις ἀνάγκαις συνεχομένην, κατελεήσας καὶ παθὼν τὴν ψυχὴν ἔσπευσα παρακαλέσαι σε, ἵνα, εἴ τις δύναμις, τῷ ἀποσταλέντι παρ' αὐτῆς ἀνθρώπῳ καταξιώσῃς συμπρᾶξαι, πρὸς τὸ ὅπερ αὕτη περιοῦσα ὑπέσχετο ὑφ' ἡμῶν ἤδη τοῦτο αὐτὴν ἀποδοῦσαν τῆς εἰς τὸ πλέον ἐπηρείας ἀπαλλαγῆναι. Ὑπέσχετο γὰρ τὸ κεφάλαιον δοῦσα συγχωρεῖσθαι τοὺς τόκους. Νῦν τοίνυν οἱ φροντίζοντες αὐτῆς τῶν κληρονόμων μετὰ τὸ κεφάλαιον καὶ τὴν τῶν τόκων εἴσπραξιν ἐπιχειροῦσι ποιήσασθαι. Ὡς οὖν εἰδὼς ὅτι Κύριός ἐστιν ὁ τὰ τῶν χηρῶν καὶ ὀρφανῶν ἰδιοποιούμενος, οὕτω σπούδασον χρήσασθαι ἑαυτὸν τῇ σπουδῇ τῇ ὑπὲρ τοῦ πράγματος ἐπ' ἐλπίδι τῆς παρ' αὐτοῦ τοῦ Θεοῦ ἡμῶν μισθαποδοσίας. Οἶμαι γὰρ καὶ τὴν ἡμε ρότητα τοῦ θαυμασιωτάτου ἐπάρχου μαθοῦσαν ὅτι τὸ κεφάλαιον ἐκτέτισται συμπαθήσειν τῷ ἐλεεινῷ λοιπὸν καὶ ἀθλίῳ οἴκῳ εἰς γόνυ κλιθέντι καὶ οὐκέτι ἀρκοῦντι ταῖς ἔξωθεν αὐτῷ ἐπαγομέναις ἐπηρείαις. Παρακαλῶ οὖν, καὶ τῇ ἀνάγκῃ σύγγνωθι δι' ἣν ὤχλησά σοι καὶ τῷ πράγματι σύμπραξον κατὰ τὴν δύναμιν ἣν ἔδωκέ σοι ὁ Χριστὸς χρη στῷ καὶ ἀγαθῷ τὸν τρόπον ὄντι καὶ εἰς ἀγαθὸν οἷς ἔλαβες κεχρημένῳ.
110.τ ΜΟ∆ΕΣΤΩ ΕΠΑΡΧΩ
110.1 Ὅσης ἡμῖν τιμῆς καὶ παρρησίας μεταδίδως τῇ ἡμε ρότητι τοῦ τρόπου
καταβαίνειν πρὸς ἡμᾶς ἀνεχόμενος, τοσαύτην σοι καὶ ἔτι πλείω ἐν παντὶ τῷ βίῳ παρὰ τοῦ ἀγαθοῦ ἡμῶν ∆εσπότου τὴν αὔξησιν γενέσθαι τῆς περι φανείας εὐχόμεθα.