οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Μωσέως, καὶ ὅ τι μὲν δρά σειεν ἢ λέγοι πρὸς ταῦτα, παντελῶς οὐκ ἔχοντος· ἀναθαρσήσαντες δὲ πρὸς μόνην ἐλπίδα τὴν παρὰ Θεοῦ, μελλησμοῦ τινος δίχα τῶν προσδοκηθέντων τὸ πέρας αἴτιον ἀνεδείκνυτο. Εἶπε γὰρ ὁ Κύριος πρὸς αὐτόν· "Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς, καὶ συλλέξουσι τὸ τῆς ἡμέ ρας εἰς ἡμέραν." ∆ιερμηνεύων δὲ τοῖς ἐξ Ἰσραὴλ τοῦ νόμου τὴν δύναμιν ὁ μακάριος Μωσῆς, ἔφη πά λιν· "Οὗτος ὁ ἄρτος ὃν δέδωκεν ὑμῖν Κύριος φαγεῖν· τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος· συναγάγετε ἀπ' αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γομὸρ κατὰ κε φαλὴν, κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν. Ἕκαστος ἐν τοῖς συσκήνοις ὑμῶν συλλέξατε. Ἐποίησαν δὲ οὕτω, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ, καὶ συνέλεξαν· καὶ ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ἔλαττον, οὐκ ἠλαττόνησεν." Ἠφίει γὰρ οὐδαμῶς ὁ τοῦ νόμου Κύριος συλλέγειν ὑπὲρ τὴν χρείαν· μόνον δὲ τὸ ἀρκοῦν εἰς τροφὴν τὴν σήμερον. Εἰ δὲ συγκομίσαιτό τις καὶ ὑπὲρ τοῦτο, μακρὰ τῷ νόμῳ χαίρειν εἰπὼν, εἰς σκωλήκων ὄχλον τὸ περιττὸν μετεπλάττετο· δεικνύντος, οἶμαι, τοῦ νόμου, καὶ μάλα σαφῶς, ὡς ἡδεῖα μὲν καὶ ἀμώμη τος τῶν ἀρκούντων ἡ κτῆσις· τὸ δὲ ἀπόθετον καὶ ὑπὲρ τὴν χρείαν αὐτὴν ἀπλάστως σεσωρευμένον, σκωλήκων ἔσται παραίτιον. Καὶ ταυτὶ μὲν ὁ νόμος προεκάλει τοῖς ἀρχαιοτέροις· τί δὲ καὶ ἡμῖν αὐτοῖς ὁ Σωτήρ; "Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς ἑαυτῶν σκηνάς." Καὶ ἵνα σοι διαφανῆ τοῦ τεθε σπισμένου ποιήσω τὴν δύναμιν, ἐρῶ δή τι πάλιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀμφιβάλλειν, ὡς ἔν γε τοῖς δεομένοις σωφρόνων τε καὶ ἐπιεικῶν οὐ μετρία πλη θὺς διαλανθάνει μὲν ἴσως ἡμᾶς, οὐ μὴν ἀγνοεῖται παρὰ Θεῷ. Ὅταν τοίνυν τῶν ἐπιγείων αὐτοὺς χρη μάτων εἰσδεξώμεθα κοινωνοὺς, ἐνδοιαζέτω μηδεὶς ὅτι καὶ τοῦ μισθοῦ τῆς ἐπιεικείας αὐτοῖς συμμεθ έξομεν. "Εἰσδέξονται γὰρ ὑμᾶς εἰς τὰς ἑαυτῶν σκη νὰς," κατὰ τὸ γεγραμμένον. Ἄριστα δὲ τοῦτο συνεὶς, καὶ αὐτός πού φησιν ὁ μακάριος Παῦλος· "Τὸ ὑμῶν περίσσευμα, εἰς τὸ ἐκείνων ὑστέρημα· ἵνα καὶ τὸ αὐ τῶν περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα." -"Γινώμεθα τοίνυν εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι," καθὰ γέ γραπται, "χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχα ρίσατο ἡμῖν ἐν Χριστῷ." Τί δὲ ἡμῖν ἐν Χριστῷ κε χάρισται ὁ Θεὸς, ἢ ποίων ἡμᾶς ἀγαθῶν συνέβη με ταλαχεῖν, πῶς οὐκ ἀναγκαῖον ἰδεῖν; ∆εδώρηται τοί νυν ἡμῖν πλημμελημάτων ἄφεσιν, ἀνεξίκακον ἀγά πην. ∆ιασεσώσμεθα γὰρ, λήθην ὥσπερ τινὰ λαβόν 77.656 τος τοῦ Θεοῦ τῆς ἀνθρωπίνης μικροψυχίας. Κατ' ἴχνος οὖν ἄρα καὶ ἡμᾶς αὐτοὺς ἰέναι σπουδάζοντας τῆς ἐνούσης γαληνότητος τῷ πάντων ∆εσπότῃ, ἀν εξικακεῖν ἀναγκαῖον, ἀγαπητοί. Καὶ δὴ καὶ σωφρόνως ἐκεῖνο διενθυμώμεθα, ὅτι μυρία μὲν ὅσα τὰ ἀνθρώ πινα πταίσματα, καὶ οὐκ ἄν τις γένοιτο καιρὸς τῆς ἡμετέρας μικροψυχίας ἀπηλλαγμένος. Ἀλλ' εἰ μέλλοιμεν ἐφ' ἑκάστου τῶν εἰωθότων συμβαίνειν, ἀλύειν μὲν οὐ μικρῶς, κρίνεσθαι δὲ τοῖς λελυπηκό σιν, ὅλος ἡμῶν ὁ βίος ἐν πικρίαις ἔσται καὶ λύπαις. Καὶ ἐπεὶ ὁδοὶ μνησικάκων εἰς θάνατον, καθὰ γέγρα πται, τὸ ἀπεῖργον οὐδὲν, θανάτου κάτοχον τὴν ἑκά στου γενέσθαι ψυχὴν, τῷ μὴ δύνασθαι γενναίως ἀπο κρούεσθαι τὸ λυποῦν, διατεθηγμένην ἀεὶ πρὸς τὸ χρῆναι γοργῶς ἀντεξανίστασθαι τοῖς προκεκρουκό σιν. Οὐκοῦν, ὡς ὁ μακάριος ἔφη Παῦλος, ἀλλήλων τὰ βάρη βαστάζωμεν. Καὶ οὕτως ἀναπληρώσομεν τὸν νόμον τοῦ Χριστοῦ. ∆ιαφανὴς γὰρ καὶ οὗτος τῆς εὐσεβείας ὁ τρόπος. Ἀλλ' εἰσί τινες τῶν ἐν ἡμῖν, οἳ τοσοῦτον ἀφεστᾶσι τοῦ θέλειν εἶναι χρη στοὶ, καὶ τὸ ἀμνησίκακον καύχημα τῆς ἑαυτῶν ψυ χῆς τιθέντες ὡς ποῤῥωτάτω, ὥστε καὶ εἴ τι βραχὺ διαπταίσειαν τῶν εἰς ἀδελφότητα κεκλημένων τινὲς, πάντα κάλων διασείσαντες, καὶ ὅλον ὥσπερ τοῖς θυ μοῖς ἀνέντες τὸ λῖνον, ἀκαθέκτοις φέρονται ταῖς ὁρμαῖς, καὶ ταυρηδὸν ἐπιθρώσκουσι, δυσκλεεστάτην ἕξ[ε]ιν οἰόμενοι τὴν ὑπόληψιν, εἰ μὴ πᾶν ὁτιοῦν ἐργά σωνται τῶν δεινῶν. Εἰ δὲ καί πού τινες εἶεν τῶν προσκεκρουκότων αὐτοῖς εὐσθενέστεροι, μυρίοι μὲν αὐτίκα περιεστᾶσιν οἱ τῆς ἀγριότητος ὑπουργοὶ, παραθήγοντες εἰς ὀργὰς, ἀκονοῦντες εἰς