Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἀπελεύσῃ, λύεται δι' αὐτοῦ; Οὐ γὰρ ἦν ἔργον κτίσματι πρέπον, ἀνατρέπειν τὴν παρὰ Θεοῦ δοθεῖσαν ἀπόφασιν. Πῶς δὲ πάλιν, εἰ κτίσμα ἐστὶν, ἀναιρεῖ τὴν ἁμαρτίαν, λέγοντος τοῦ προφήτου περὶ αὐτοῦ· Τίς Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας; Πῶς δὲ, εἰ κτίσμα ἐστὶν, ἠδύνατο λέγειν· Ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ; καὶ γοῦν ἠλευθέρωσεν ὡς τοῦ Πατρὸς κληρονόμος, καὶ οὐ ποίημα ὑπάρχων, κατὰ τὴν τῶν θεομάχων μανίαν. ΑΛΛΟ. Εἰ κατὰ μίμησιν τοῦ κατὰ φύσιν Υἱοῦ καὶ οἱ κατὰ θέσιν υἱοὶ καλοῦνται, ἀνάγκη πᾶσα τὸν κατὰ φύσιν ἕτερον εἶναι παρ' αὐτοὺς καὶ κατὰ τὴν οὐσίαν ἐξηλλαγμένον. Εἰ τοίνυν οἱ κατὰ θέσιν υἱοὶ κτίσματα, ὁ κατὰ φύσιν οὐκ ἔσται κτίσμα ἢ ποίημα, ἵνα μὴ ὁ αὐτὸς ὑπάρχῃ τοῖς κατὰ θέσιν. ΑΛΛΟ. Εἰ, καθ' ὑμᾶς, ὦ Ἀρειανοὶ, κτίσμα ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν ποίᾳ γέγονεν ἄρα σοφίᾳ; ποία δὲ χεὶρ ἡ καὶ αὐτὸν μετὰ τῶν ἄλλων δημιουργήσασα; Γέγραπται γὰρ, ὅτι Πάντα ἐν σοφίᾳ ἐποίησας. Καὶ αὐτὸς δέ πού φησιν ὁ Θεός· Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα. Καὶ εἰ πάντα ἐν σοφίᾳ καὶ χειρὶ γέγονε Θεοῦ, αἱ δὲ θεῖαι. Γραφαὶ περὶ τοῦ Θεοῦ Λόγου βοῶσιν, ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐ 75.285 τοῦ ἐγένετο οὐδὲ ἕν· οὐκ ἂν εἴη τῆς τοῦ Θεοῦ σοφίας ἔργον ὁ Υἱός· ἀλλὰ μᾶλλον αὐτός ἐστιν ἡ σοφία καὶ ἡ χεὶρ, δι' ἧς τὰ πάντα Θεὸς ἐργάζεται. Οὐκοῦν οὐ κτίσμα, οὐδὲ ποίημά ἐστιν. Ἐπιτηρήσεις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι οὐχ εἷς τῶν κτισμάτων ὁ Υἱὸς, ἀλλὰ μᾶλλον ποιητὴς αὐτῶν λέγεται καὶ ἔστιν. Οἱ ἐν Βαβυλῶνι νεανίαι πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν κτίσιν ἐξαριθμούμενοι, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς καταλέγοντες, καὶ παρὰ πάντων ὑμνεῖσθαι δεῖν φάσκοντες τὸν Θεὸν, οὐδαμοῦ τὸν Υἱὸν ἐν τοῖς εὐλογεῖν ὀφείλουσι κατατάττουσιν, οὐδὲ εἰρήκασιν· Εὐλογείτω ὁ Λόγος ἢ ἡ σοφία τοῦ Θεοῦ τὸν Κύριον. Ἀλλ' εἰδότες ὅτι μετὰ Πατρὸς τὴν προσκύνησιν ἔχει, πάντων ὁμοῦ τῶν κτισμάτων ποιησάμενοι μνήμην, σιωπῶσιν αὐτὸν ὡς ∆εσπότην καὶ ὡς ὑμνούμενον. Οὐδὲν δὲ ἧττον καὶ ὁ μακάριος Ψαλμωδὸς πολλάκις ὑμνεῖσθαι κελεύων τὸν Θεὸν, καὶ πᾶσαν ὀνομάζων τὴν κτίσιν, λειτουργούς τε καὶ ἀγγέλους, καὶ δυνάμεις, καὶ οὐρανοὺς οὐρανῶν, καὶ σελήνην καὶ ἥλιον, ὡς δοῦλα τῇ τοῦ Θεοῦ προσκυνήσει χρῆναι δεῖν ὑποκεῖσθαι λέγων, οὐδαμοῦ μὲν ἐν τούτοις κατατάττει τὸν Υἱὸν, ἀλλ' ἐκ τῶν ἐναντίων καὶ προσκυνεῖσθαι κελεύει βοῶν· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Εἰ δὲ πᾶσα ἡ κτίσις προσκυνεῖ, προσκυνεῖται δὲ ὁ Υἱὸς, οὐκ ἄρα κτίσμα ἐστὶν, ἀλλὰ Υἱὸς ἀληθινὸς μετὰ τοῦ Πατρὸς προσκυνούμενος. ΑΛΛΟ. Ὅτι ἕτερός ἐστι παρὰ τὰ κτίσματα ὁ Υἱὸς, καὶ οὐχ εἷς τῶν πάντων. Πάντα διὰ τοῦ Θεοῦ Λόγου πεποιῆσθαι σημαίνουσα καὶ ἡ θεία Γραφὴ, οὕτω φησί· Πάντα δι' αὐτοῦ ἐγένετο. Καὶ πάλιν· Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. Ὁ δέ γε Παῦλος τρανότατα τῶν πάντων αὐτὸν διαστέλλων, λέγει· Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Εἰ τοίνυν πάντων ἐστὶ ποιητὴς, καὶ πάντα ἐνώπιον αὐτοῦ τετραχήλισται, οὐκ ἂν εἴη τῶν πάντων εἷς ὁ τούτων ποιητής. Καὶ ᾧ τὰ πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐστὶν, οὐκ ἂν εὐλόγως ὑπάρχειν νοοῖτο τῶν τετραχηλισμένων. Ἐν τῷ γὰρ λέγειν τὰ πάντα, οὐδὲν ἀφῆκεν ἐκτός· καὶ εἰ ἐν μόνοις τοῖς κτίσμασι πληροῦται τὰ πάντα, ἕτερος ἂν εἴη παρ' αὐτὰ, ὁ μὴ ἐν αὐτοῖς ἀριθμούμενος. Οὕτω καὶ ὁ μακάριος Παῦλος τοῦ πάντα νοεῖ τὴν δύναμιν. Ἑρμηνεύων γὰρ τὸ, Πάντα ὑπέταξας ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐπιφέρει σαφῶς· Ἐν δὲ τῷ λέγειν τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Εἰ τοίνυν τὸ πάντα τῶν ὅλων ἐστὶ περιεκτικὸν, πάντα δὲ ὁ Υἱὸς ποιεῖ, καὶ τὰ πάντα αὐτῷ τετραχήλισται, οὐκ ἂν εἴη τῶν πάντων εἷς, ἀλλ' ἕτερος παρ' αὐτά. ΑΛΛΟ. Γέγραπται, ὅτι Ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. 75.288 Εἰ δὲ τῷ Υἱῷ κάμπτει πᾶν γόνυ, οὐκ ἂν εἴη τῶν καμπτόντων εἷς, ἀλλ' ἕτερος παρ' αὐτά. Καὶ πάλιν γέγραπται· Ὅτι πᾶσα ἡ κτίσις συστενάζει, καὶ συνωδίνει ἄχρι τοῦ νῦν,