90
Ἐμὲ δὲ καὶ πάλαι ἐπιθυμοῦντα γρά φειν καὶ ἀπολαύειν τῆς παρὰ σοῦ τιμῆς κατεῖχεν ἡ πρὸς τὸ ὑπερέχον αἰδώς, εὐλαβούμενον μήποτε νομισθῶ ἀμέτρως ἐμφορεῖσθαι τῆς παρρησίας. Νῦν δὲ ὁμοῦ μὲν καὶ τὸ λαβεῖν τὴν ἐξουσίαν τοῦ ἐπιστέλλειν παρὰ τῆς ἀπαρα βλήτου σου μεγαλοφυΐας, ὁμοῦ δὲ καὶ ἡ χρεία τῶν κατα πονουμένων ἐξεβιάσατό με πρὸς τὸ θαρσεῖν. Εἴ τις οὖν καὶ παρὰ τῶν μικρῶν ἐπὶ τοῖς μεγίστοις ἱκετηρίας ἰσχύς, παρακλήθητι, θαυμασιώτατε, φιλανθρώπῳ νεύματι ἐλεεινῇ ἀγροικίᾳ τὴν σωτηρίαν χαρίσασθαι καὶ τοῖς τὸν Ταῦρον οἰκοῦσι τὸν σιδηροφόρον φορητὴν προστάξαι γενέσθαι τὴν τοῦ σιδήρου συντέλειαν, ὡς μὴ εἰς ἅπαξ αὐτοὺς ἐκτριβῆναι, ἀλλὰ διαρκῆ αὐτῶν εἶναι τὴν ὑπηρεσίαν τοῖς δημοσίοις· οὗ μάλιστα πάντων μέλειν τῇ ἀξιαγάστῳ σου φιλανθρωπίᾳ πεπείσμεθα.
111.τ ΜΟ∆ΕΣΤΩ ΕΠΑΡΧΩ
111.1 Ἄλλως μὲν οὐκ ἂν ἐθάρρησα δι' ὄχλου γενέσθαι τῇ μεγα λοφυΐᾳ σου
εἰδὼς καὶ ἐμαυτὸν μετρεῖν καὶ τὰς ἐξουσίας γνωρίζειν. Ἐπειδὴ δὲ εἶδον ἄνδρα φίλον ἐναγωνίως διακείμενον ἐπὶ τῷ μετακληθῆναι, ἀπετόλμησα αὐτῷ δοῦναι τὴν ἐπιστολὴν ταύτην, ἵνα ἀνθ' ἱκεσίας αὐτὴν προβαλλόμενος τύχῃ τινὸς φιλανθρωπίας. Πάντως δέ, εἰ καὶ ἡμεῖς οὐδενὸς λόγου ἄξιοι, ἀλλ' αὐτὸ τὸ μέτριον ἱκανὸν δυσωπῆσαι τὸν φιλανθρωπότατον τῶν ὑπάρχων καὶ ἡμῖν δοῦναι συγγνώμην, ἵνα, εἰ μὲν μηδὲν πεπλημμέληται τῷ ἀνδρί, σωθῆναι αὐτὸν δι' αὐτὴν τὴν ἀλήθειαν, εἰ δὲ καὶ ἥμαρτεν, ἀφεθῆναι αὐτῷ δι' ἡμᾶς τοὺς ἱκετεύσαντας. Οἷα γὰρ τἀνταῦθά ἐστι τῶν πραγμάτων τίς μᾶλλον ἐπίσταται σοῦ, τοῦ καὶ ἐπιβλέποντος τὰ παρ' ἑκάστου σαθρὰ καὶ τῇ θαυμασίᾳ προμηθείᾳ τὰ πάντα διακρατοῦντος;
112.τ ΑΝ∆ΡΟΝΙΚΩ ΗΓΕΜΟΝΙ
112.1 Εἰ μὲν οὕτως εἶχον σώματος ὥστε ῥᾳδίως ὑπομένειν ὁδοιπορίας
δύνασθαι καὶ τὰ τοῦ χειμῶνος δυσχερῆ φέρειν, οὐκ ἂν ἐπέστελλον, ἀλλ' αὐτὸς παρὰ τὴν σὴν μεγαλοψυχίαν ἐβάδιζον δυοῖν ἕνεκεν· τοῦ τε παλαιᾶς ὑποσχέσεως ἐκτίσαι χρέος (οἶδα γὰρ ὁμολογήσας παρέσεσθαι τῇ Σεβα στείᾳ καὶ ἀπολαύσειν σου τῆς τελειότητος, ὅπερ ἐποίησα μέν, διήμαρτον δὲ τῆς συντυχίας μικρὸν κατόπιν τῆς σῆς καλοκαγαθίας παραγενόμενος), ἑτέρου δὲ τοῦ τὴν πρεσβείαν δι' ἐμαυτοῦ πληρῶσαι ἣν ἀποστεῖλαι τέως ἀπώκνουν, μικ ρότερον ἐμαυτὸν κρίνων ἢ ὥστε τοιαύτης τυγχάνειν χάριτος καὶ ἅμα λογιζόμενος ὅτι οὔτε ἄρχοντα οὔτε ἰδιώτην ὑπὲρ οὐδενὸς ἄν τις λέγων διὰ γραμμάτων πείσειεν οὕτως ὡς αὐτὸς παρὼν καὶ τὰ μὲν ἀπολυόμενος τῶν ἐγκλημάτων, τὰ δὲ ἱκετεύων, τοῖς δὲ συγγνώμην παραιτούμενος ἔχειν· ὧν οὐδὲν ἂν ῥᾳδίως δι' ἐπιστολῆς γένοιτο. Πᾶσιν οὖν τούτοις ἓν ἀντιθείς, σὲ τὴν θείαν κεφαλήν, καὶ ὅτι ἐξαρκέσει τὴν γνώμην ἐνδείξασθαί σοι, ἣν περὶ τοῦ πράγματος ἔχομεν, τὰ δὲ λοιπὰ προσθήσεις παρὰ σαυτοῦ, πρὸς τὴν ἐγχείρησιν οὐκ ἀπώκνησα. 112.2 Ἀλλ' ὁρᾷς ὅπως κύκλῳ περίειμι ὀκνῶν καὶ ἀναδυό μενος τὴν αἰτίαν ἐκφαίνειν ὑπὲρ ὧν ποιοῦμαι τοὺς λόγους. ∆ομετιανὸς οὗτος ἐπιτήδειος ἡμῖν ἐστιν ἐκ τῶν γονέων ἄνωθεν, ὥστε ἀδελφοῦ μηδ' ὁτιοῦν διαφέρειν. Τί γὰρ ἄν τις μὴ τἀληθῆ λέγοι; Εἶτα τὴν αἰτίαν μαθόντες ἀφ' ἧς ταῦτα πέπονθεν ἄξιον εἶναι τοῦ παθεῖν οὕτως ἔφαμεν. Μηδὲ γὰρ ἔστω μηδείς, ὃς μικρὸν ἢ μεῖζον εἰς τὴν σὴν ἀρετὴν ἀμελήσας, τὴν τιμωρίαν ἐκφύγοι. Ἀλλ' ὁρῶντες τοῦτον περιδεῶς καὶ ἀδόξως ζῶντα καὶ ἐπὶ τῇ σῇ ψήφῳ κειμένην αὐτοῦ τὴν σωτηρίαν ἀρκοῦσαν αὐτὸν ἔχειν τὴν δίκην ἐκρίναμεν, μεγαλόψυχόν τε ὁμοῦ καὶ φιλάνθρωπον διανοηθῆναί σε περὶ αὐτοῦ ἱκετεύομεν. Τὸ μὲν γὰρ τοὺς ἀντιτείνοντας ὑπὸ χεῖρα λαμβάνειν ἀνδρείου τε καὶ