οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἀπανθρω πίαν, λογισμοὺς εἰσηγούμενοι, καὶ παραδεικνύντες ὁδοὺς, δι' ὧνπερ ἂν εἴη τῆς πλεονεξίας ἡ δύναμις. Πάνδεινον, ἀγαπητοὶ, τῶν τοιούτων τὸ κρῖμα· καὶ συ νεξολεῖται πάντως τοῖς παροξύνουσιν ὁ παρωξυμ[μ]έ νος. Καί σοι πάλιν ἐξ αὐτῆς παροίσω τῆς θεοπνεύ στου Γραφῆς τὴν ἐπὶ τούτοις ἀπόδειξιν. ζʹ. Ἰδουμαῖοι καὶ Ἰσραηλῖται τετάχατο μὲν ἀνὰ μέρος, καὶ οὐ τὴν αὐτὴν ἄμφω ἐκληρώσαντο χώραν. Ἀδελφὼ δὲ ἤτην καὶ γείτονε. Τοῖς μὲν γὰρ Ἡσαῦ ἐπιγέγραπται πατὴρ, οἱ δὲ ἦσαν ἐξ Ἰακώβ· καὶ οἱ μὲν τὴν τῆς ἐπαγγελίας, οἱ δὲ τὴν Ἰδουμαίων ἐνέ μοντο γῆν, ὅμορον μὲν τῇ ἑτέρᾳ, συχνοῖς δὲ ὁρῶν ἀναστήμασι, καὶ πετραίοις ὄχθοις ἄνω καιομένην, ὡς εἶναι παντί τῳ δυσάλωτον, εἴπερ ἕλοιτο δῃοῦν, δυσμαχοτάτην ἔχοντος τοῦ χωρίου τὴν προσβολὴν, καὶ δὴ καὶ ἐφρόνουν ἐπὶ τοῦτο μέγα. Ἐχόντων δὲ ὧδε τοῖς εἰρημένοις γένους τε καὶ χώρας, κατὰ πολὺ διειστήκει τὰ φρονήματα· καὶ διῴκιστό πως εἰς ἐναντιότητα τρόπων τὰ παρ' ἀμφοῖν, καὶ πολέ μου πρόφασις ἦν τὸ τῆς λατρείας διάφορον. Ἰσραη 77.657 λῖται μὲν γὰρ, τοῖς διὰ Μωσέως ἐπαυχοῦντες νόμοις, τῷ τῶν ὅλων προσεκύνουν Θεῷ· Μωαβῖταί γε μὴν, ἤγουν Ἰδουμαῖοι (τοῦτο γὰρ ἑκάτερον), ταῖς τῶν δαιμονίων ἀπάταις κατισχημένοι, λίθους καὶ ξύλα δια τορνεύσαντες, τοὺς οὐδὲν εἰδότας ἐπεγράφοντο θεούς. Ἦν οὖν ἄρα τὰ γένη προσάλληλα, καὶ λατρείαις καὶ τρόποις καὶ τόποις διῃρημένα. Εἶτα διαπαῖσαι συμβὰν τοὺς ἐξ Ἰσραὴλ, καὶ διὰ τῆς εἰς τὸν νόμον παροινίας λυπῆσαι Θεὸν, ἐγήγερται κατὰ τῆς Ἱε ρουσαλὴμ ἀνὴρ δυσσεβὴς καὶ παράνομος, ὁ τῶν Βα βυλωνίων τύραννος. Καὶ δὴ καὶ σύμπαν τὸ ὑπὸ χεῖ ρα γένος ἐν ὅπλοις εἶναι διεκελεύετο· καὶ ὡς αὐτίκα δὴ μάλα περιεσόμενος τῶν ἀνακειμένων Θεῷ, πι κρὸν ἐδίδου τοῦ πολέμου τὸ σύνθημα. Καὶ ἀφίκετο μὲν εἰς τὴν Ἰουδαίαν· καταλύσας δὲ ἐν αὐτῇ παν στρατὶ, κατεπτόησε τοσοῦτον τοὺς ἐξ Ἰσραὴλ, ὡς ἐν ταῖς ὁμόροις κατασκιδνάσαι χώραις, τὴν ἐνεγκοῦ σαν ἀφέντας· καὶ νεὼς ὥσπερ ἀποπηδήσαντας, ἐπ' αὐτοῖς ἤδη κειμένοις τοῖς ἐσχάτοις κακοῖς. Καὶ τί μετὰ τοῦτο πεπράχασιν Ἰδουμαῖοι; ∆εῖν [ἴσ. δέον] ἐποικτείρειν τοὺς ἐν θορύβῳ καὶ δείμασι, καὶ πει ρᾶσθαι μᾶλλον ἐπαμύνειν αὐτοῖς, πόλεσί τε ταῖς σφῶν οἰκίσασθαι, καὶ τῆς μεταξὺ κειμένης ἀπομνη μονῆσαι διαφορᾶς, πᾶν τὸ τούτοις ἔδρων ἐναντίον. Καταδεσμοῦντες γὰρ τὸν ἱκέτην, ἕτοιμον ὥσπερ τι τοῖς Βαβυλωνίοις προσεκόμιζον θήραμα, καὶ τὴν ἀδελφοῦ καὶ γείτονος σφαγὴν, καύχημα τῆς ἑαυτῶν ἐποιοῦντο λατρείας, πλατὺ γελῶντες κατὰ τῶν ὑγιασμένων, καὶ τῆς θείας δόξης κατεξανιστάμενοι, φάσκοντές τε παραφρόνως τὴν τῶν δαιμόνων ἐγη γέρθαι δύναμιν, καὶ τοῖς ἀτιμάζουσιν τὴν παρὰ σφί σιν λατρείαν ἐγκατασκῆψαι τὸν Βαβυλώνιον, οὐχ ἑτέ ρου του χάριν, ἢ τούτου καὶ μόνου. Ἐπειδὴ δὲ ἀν θρώποις οὐκέτι φορητὸς, Θεῷ δὲ ἀπηχθημένος ὁ τῶν Ἰουδαίων ἐφαίνετο γέλως, τῆς μὲν τῶν ἡγιασμέ νων ἀπενοσφίζετο χώρας ὁ τῶν πολεμίων στρατὸς, μετέῤῥει δὲ ὥσπερ ἐπ' αὐτὴν ἤδη τὴν Ἰδουμαίαν, μεταθέντος εἰς τὸ ἐναντίον τὴν τοῦ πράγματος φύσιν, τοῦ πάντα ἰσχύοντος, καὶ τὸν θυμὸν ἐπ' ἐκείνους εὐλόγως ἤδη μετηντληκότος. Ἐδαπανᾶτο δὲ οὕτω τοῖς Βαβυλωνίων τοξεύμασιν ὁ πάλαι πλατὺς καὶ ἀτεράμων καὶ ἀλαζὼν, ὡς ἕνα που τάχα διαλαθεῖν τὸν οἰκήτορα, καὶ εἰ πολυανδροῦσά τις εἴη καὶ τετει χισμένη πόλις. Αὐτὸ δὲ τὸ θεῖον ὑμῖν ἀναγνώσομαι λόγιον ὡδί πως ἔχον. Ἔστι δὲ ὁ λόγος παρὰ Θεοῦ πρὸς τὸν Ἰδουμαῖον· "Ἰδοὺ ὀλιγοστὸν ἔδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος σὺ εἶ σφόδρα· ὑπερη φανία τῆς καρδίας σου ἐπῆρέ σε, κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν· ὑψῶν κατοικίαν αὐτοῦ, λέγων ἐν καρδίᾳ αὐτοῦ· Τίς με κατάξῃ ἐπὶ τὴν γῆν; Ἐὰν μετεωρισθῇς ὡς ἀετὸς, καὶ ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος." Εἶτα τῆς ἀγανακτήσεως τὴν αἰτίαν ἐξ 77.660 ηγούμενος ἐπιλέγει τουτοισί· "∆ιὰ τὴν σφαγὴν καὶ ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακὼβ, καὶ καλύ ψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. Ἀφ' ἧς ἡμέρας ἀνέστης ἐξεναντίας ἡμέραις αἰχμαλω τιζόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας