Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἀπεκδεχομένη τὴν ἀπολύτρωσιν τῶν υἱῶν τοῦ Θεοῦ. Εἰ δὲ στενάζει μὲν ἡ κτίσις, καὶ ἀπεκδέχεται τὴν ἀπολύτρωσιν καὶ τὴν ἐλευθερίαν τῶν υἱῶν τοῦ Θεοῦ, οὔτε δὲ στενάζων ὁ Υἱὸς φαίνεται, οὔτε τὴν υἱοποιΐαν ἐκδέχεται ἢ τὴν ἐλευθερίαν, ἀλλ' αὐτός ἐστιν ὁ τὴν ἐλπίδα τῆς κτίσεως ἀποπληρῶν, καὶ εἰς υἱοθεσίαν τοὺς στενάζοντας καλῶν, καὶ ὁ τῆς ἐλευθερίας δοτήρ· οὐκ ἄρα ἐν τοῖς πᾶσίν ἐστιν, οὐδὲ ἐν τῇ κτίσει καταριθμηθήσεται· ἀλλ' ἕτερός ἐστι παρ' αὐτὴν, καθὰ μὲν ὡς κτίσματα στενάζει τοῦ βοηθοῦντος δεόμενα· ὁ δὲ, ὡς Υἱὸς, ἐλευθεροῖ πάντα τῷ τῆς δουλείας δεσμῷ συνεχόμενα. Εἰς τὸ, Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. Γέγραπται· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. Εἰ τοίνυν θεμελιοῖ μὲν ἡ σοφία τὴν γῆν, αὕτη δέ ἐστιν ἡ πάντων ἀσφάλεια (μένει γὰρ ἑδραία δι' αὐτὴν), κατὰ τίνα τρόπον ἡ θεμελιοῦσα θεμελιοῦται, παρὰ Θεοῦ, ζητητέον. Εἴρηται τοίνυν καὶ τοῦτο κατὰ τὸν ταῖς παροιμίαις πρέποντα τύπον, πλαγίως παραδηλούμενον, καὶ κεκρυμμένην ἔχον ἐν ἑαυτῷ τὴν ἀληθεστέραν διάνοιαν· τοιοῦτο γὰρ ἀεὶ τῆς παροιμίας τὸ σχῆμα. Θεμελιοῦται τοίνυν ἡ σοφία, τουτέστιν, ὁ Υἱὸς τοῦ Θεοῦ, οὐ καθὸ Λόγος ἐστὶν ἀρχὴν τοῦ εἶναι δεχόμενος, ἀλλὰ καθὸ γεγονὼς ἄνθρωπος καὶ τὴν πρὸς ἡμᾶς φορέσας ὁμοίωσιν, ἀρχὴ καὶ θεμέλιος ἡμῖν γίνεται, οἰκοδομουμένοις εἰς εὐσέβειαν διὰ τῆς εἰς αὐτὸν πίστεως, καὶ εἰς τὴν καινὴν κτίσιν ἀναμορφουμένοις, καθὼς γέγραπται. Λέγει γοῦν οὐχ ἁπλῶς, Ὁ Θεὸς Λόγον ἢ Υἱόν με πεποίηκεν, ἵνα μή τις τοῖς ἑτεροδοξοῦσιν ὑπάρχοι παρείσδυσις τοῦ καταψεύδεσθαι τῆς οὐσίας αὐτοῦ ὡς πεποιημένης, ἀλλ' ἀπολελυμένως, Ἐθεμελίωσέ με. Ὃ γὰρ ἔφασκεν ἐν τοῖς ἀνωτέρω, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, τοῦτο καὶ διὰ τοῦτο σημαίνεται. Ἐκεῖ μὲν γὰρ ἀρχὴν ὁδῶν ἑαυτὸν πεποιῆσθαί φησιν, ἐνταῦθα δὲ θεμέλιον ἐποικοδομουμένων ἐπ' αὐτῷ καταβεβλῆσθαι διϊσχυρίζεται, πολυτρόπως τὰ αὐτὰ λέγων, καὶ διὰ τῶν αὐτῶν νοημάτων ἀνακυκλώσας τὸν λόγον. Ἴσον γάρ ἐστιν εἰπεῖν ἀρχὴν καὶ θεμέλιον. Ὡς γὰρ ἐν ἐκείνοις ἀρχὴ, οὕτω καὶ ἐνταῦθα θεμέλιος τῶν ἐποικοδομουμένων ἐπ' αὑτὸν διὰ τῆς πίστεως γίνεται. ΑΛΛΟ. Λέγει που Παῦλος ἐπιστέλλων ὁ σοφώτατος· Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ τοίνυν κεῖται μὲν θεμέλιος ὁ Χριστὸς, δεῖ δὲ τὰ ἐποικοδομούμενα πάντως εἶναι τοιαῦτα, ὁποῖόν περ ἂν ὑπάρχοι τὸ ὑποκείμενον (οὕτω γὰρ ἂν καὶ ἡ οἰκοδομὴ συναρμολογουμένη, καθὰ γέγραπται, πληρωθήσεται εἰς ναὸν 75.289 ἄγιον), εὔδηλον δήπουθεν ὅτιπερ οὐ καθὸ Λόγος ἐστὶν, ἑαυτὸν τεθεμελιῶσθαί φησιν· οὐδὲν γάρ ἐστι κατὰ φύσιν τῷ Λόγῳ προσεοικὸς, οὐδ' ἂν ἁρμοσθείη τι τῶν ὄντων πρὸς ἐκεῖνον φυσικῶς· ὁ μὲν γὰρ ποιητὴς, τὰ δὲ κτίσματα· ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος καὶ ὅμοιος ἡμῶν κατὰ πάντα, χωρὶς ἁμαρτίας, θεμέλιον ἑαυτὸν καταβεβλῆσθαί φησι τῶν ἐποικοδομουμένων ἐπ' αὐτῷ, δυναμένων αὐτῷ συναρμολογεῖσθαι. Καθὸ γὰρ καὶ αὐτὸς γέγονεν ἄνθρωπος, πολλὴν ἔχει πρὸς ἡμᾶς τὴν συγγένειαν διὰ τὴν τῆς σαρκὸς φύσιν. Οὐκοῦν ἐπὶ τὴν τοῦ Σωτῆρος ἐνανθρώπησιν καὶ τοῦτο παρενεκτέον, ἵνα τὸ δύσφημον διαφύγωμεν, γεγενῆσθαι φάσκοντες, καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνειν τὴν σοφίαν τοῦ Θεοῦ. Ὅνπερ γὰρ τρόπον ἑτέροις ἄμπελον μὲν ἑαυτὸν εἶναί φησιν, ἡμᾶς δὲ τὰ κλήματα, οὐ ξένα δεικνύων, οὐδὲ ἑτερογενῆ τῆς ἀμπέλου τὰ κλήματα, ἀλλ' ἐξ ἐκείνης ὄντα κατὰ φύσιν, οὕτως ἐνταῦθα θεμέλιον ἡμῶν ἑαυτὸν εἶναί φησιν, ἵνα τῶν ἐποικοδομουμένων ἐπ' αὐτῷ τὴν πρὸς αὐτὸν ἐπιδείξῃ συγγένειαν φυσικὴν, ὅτε γέγονεν ἄνθρωπος. Τότε γὰρ καὶ κατὰ φύσιν αὐτῷ συναπτόμεθα, καὶ τῆς πρὸς αὐτὸν ὁμογενείας ἐξηρτημένοι ὥσπερ τῆς ἀμπέλου τὰ κλήματα, καρποφοροῦμεν τὴν εἰς Θεὸν εὐσέβειαν. Κεῖται τοιγαροῦν θεμέλιος μὲν ἐνανθρωπήσας ὁ τοῦ Θεοῦ Λόγος· ἡμεῖς δὲ ἐπ' αὐτῷ καθάπερ τινὲς ἅγιοι λίθοι ἐποικοδομούμεθα, ἵνα καὶ ναὸς τοῦ ἐνοικοῦντος ἐν ἡμῖν ἁγίου Πνεύματος χρηματίσωμεν. ΑΛΛΟ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. Εὔλογον οἶμαι καὶ ἀναγκαῖον αὐτῶν φαινομένων παραδειγμάτων τὰς ἀνοήτους τῶν αἱρετικῶν ἀνακόπτειν