91
ἄρχοντος ὡς ἀληθῶς, τὸ δὲ τοῖς ὑποπεπτωκόσι χρηστὸν εἶναι καὶ πρᾶον μεγαλοφροσύνῃ πάντων καὶ ἡμερότητι διαφέροντος. Ὥστε ὑπάρξει σοι βουληθέντι ἐν τῷ αὐτῷ τήν τε πρὸς τὸ ἀμύνασθαι καὶ τὴν εἰς τὸ σώζειν, ὡς ἂν ἐθέλῃς, ἐπιδείξασθαι μεγαλοψυχίαν. Τοῦτο μέτρον ἀρκοῦν ∆ομετιανῷ τῆς κολάσεως τῶν προσδοκωμένων ὁ φόβος καὶ ὧν ἄξιον οἶδεν ἑαυτὸν παθεῖν ὄντα. Τούτοις μηδὲν εἰς τιμωρίαν αὐτῷ προσθεῖναι ἱκετεύομεν. Καὶ γὰρ ἐκεῖνο σκόπει ὅτι κύριοι μὲν τῶν ἠδικηκότων πολλοὶ τῶν πρότερον ἤδη γεγόνασιν, ὧν οὐδεὶς πρὸς τοὺς ὕστερον διεπέμφθη λόγος· ἀφῆκαν δὲ τὴν ὀργὴν οἱ φιλοσοφίᾳ τοὺς πολλοὺς ὑπεράραντες, ὧν ἀθάνατος ἡ μνήμη τῷ βίῳ παντὶ παρα δέδοται. Προσκείσθω δὴ καὶ τοῦτο τοῖς περὶ σοῦ διηγή μασι. ∆ὸς ἡμῖν τοῖς ὑμνεῖν προαιρουμένοις τὰ σὰ τὰς ἐν τοῖς ἄνω χρόνοις ᾀδομένας φιλανθρωπίας ὑπερβαλέσθαι. Οὕτω καὶ Κροῖσος τῷ παιδοφόνῳ τὴν ὀργὴν ἀφεῖναι λέγεται ἑαυτὸν παραδόντι εἰς τιμωρίαν, καὶ Κῦρος ὁ μέγας αὐτῷ τούτῳ τῷ Κροίσῳ φίλος γενέσθαι μετὰ τὴν νίκην. Τούτοις σε συναριθμήσομεν καί, ὅση δύναμις ἡμετέρα, ταῦτα ἀναγορεύσομεν, εἴπερ μὴ μικροί τινες εἶναι παντά πασιν ἀνδρὸς τοσούτου κήρυκες νομισθείημεν. 112.3 Ἐκεῖνο δὲ ἐπὶ πᾶσιν εἰπεῖν ἀναγκαῖον, ὅτι τοὺς ὁτιοῦν ἀδικοῦντας οὐχ ὑπὲρ τῶν ἤδη γεγενημένων κολά ζομεν (τίς γὰρ ἂν γένοιτο μηχανὴ μὴ γεγενῆσθαι τὰ πε πραγμένα;), ἀλλ' ὅπως ἂν ἢ αὐτοὶ πρὸς τὸ λοιπὸν ἀμείνους γένοιντο ἢ ἑτέροις ὑπάρξειε τοῦ σωφρονεῖν παραδείγματα. Τούτων τοίνυν οὐθέτερον ἐνδεῖν ἄν τις ἐν τῷ παρόντι φήσειεν· αὐτός τε γὰρ καὶ μετὰ τὸν θάνατον τούτων μεμνήσεται, τούς τε λοιποὺς τεθνάναι τῷ δέει πρὸς τοῦ τον ἀφορῶντας οἴομαι. Ὥσθ' ὅπερ ἂν προσθῶμεν τῇ τιμωρίᾳ, τὴν ὀργὴν ἡμῶν αὐτῶν ἀποπιμπλάναι δόξομεν· ὃ πολλοῦ δεῖν ἐπὶ σοῦ ἀληθὲς εἶναι φαίην ἂν ἔγωγε καὶ οὐδὲν ἂν τούτων τῶν λόγων προήχθην εἰπεῖν, εἰ μὴ μείζονα τῷ διδόντι τὴν χάριν ἐνεώρων ἢ τοῖς λαμβάνουσιν. Οὐδὲ γὰρ ὀλίγοις ἔσται καταφανὴς ἡ μεγαλοψυχία τοῦ τρόπου. Καπ παδόκαι γὰρ ἅπαντες ἀποσκοποῦσι τὸ μέλλον, οἷς εὐξαίμην ἂν μετὰ τῶν λοιπῶν ἀγαθῶν τῶν προσόντων σοι καὶ ταύτην ἀπαριθμεῖσθαι. Ὀκνῶ δὲ τοῦ γράφειν παύσασθαι ἡγού μενός μοι ζημίαν οἴσειν τὸ παραθέν. Τοσοῦτόν γε μὴν προσθήσω, ὅτι πολλῶν ἐπιστολὰς ἔχων ἐξαιτουμένων αὐτὸν πασῶν ἡγήσατο προτιμοτέραν εἶναι τὴν παρ' ἡμῶν, οὐκ οἶδ' ὅπως μαθὼν εἶναί τινα ἡμῶν λόγον παρὰ τῇ σῇ τελειότητι. Ὅπως οὖν μήτε αὐτὸς ψευσθῇ τῶν ἐλπίδων ἃς ἐφ' ἡμῖν ἔσχε καὶ ἡμῖν ὑπάρξῃ πρὸς τοὺς ἐνταῦθα σεμνο λογεῖσθαι, παρακέκλησο, ∆έσποτα ἀνυπέρβλητε, ἐπινεῦσαι πρὸς τὴν αἴτησιν. Πάντως δὲ οὐδενὸς χεῖρον τῶν πώποτε φιλοσοφησάντων ἐπέσκεψαι τὰ ἀνθρώπινα, καὶ οἶδας ὡς καλὸς θησαυρὸς πᾶσι τοῖς δεομένοις ὑπουργεῖν προαπο κείμενος.
113.τ ΤΟΙΣ ΕΝ ΤΑΡΣΩ ΠΡΕΣΒΥΤΕΡΟΙΣ
113.1 Συντυχὼν τῷδε πολλὴν ἔσχον τῷ ἁγίῳ Θεῷ τὴν χάριν, ὅτι με καὶ διὰ
τῆς αὐτοῦ παρουσίας ἀπὸ πολλῶν θλίψεων παρεμυθήσατο καὶ τὴν ὑμετέραν ἀγάπην ἐναργῶς ἔδειξε δι' αὐτοῦ. Σχεδὸν γὰρ τὸν πάντων ὑμῶν περὶ τὴν ἀλήθειαν ζῆλον ἐν τῇ τοῦ ἑνὸς ἀνδρὸς προαιρέσει κατέμαθον. Ἃ μὲν οὖν ἰδίᾳ διελέχθημεν πρὸς ἀλλήλους αὐτὸς ὑμῖν ἀπαγγελεῖ, ἃ δὲ παρ' ἐμοῦ γνωρισθῆναι ὑμῶν προσῆκε τῇ ἀγάπῃ ταῦτά ἐστιν. Ὁ καιρὸς πολλὴν ἔχει ῥοπὴν πρὸς καταστροφὴν τῶν Ἐκκλησιῶν, καὶ τοῦτο πολὺν ἔχομεν ἤδη χρόνον ἐξ οὗ καταμανθάνομεν. Οἰκοδομὴ δὲ Ἐκκλησίας καὶ σφαλμάτων διόρθωσις καὶ συμπάθεια μὲν πρὸς τοὺς ἀσθενοῦντας, ὑπερασπισμὸς δὲ πρὸς τοὺς ὑγιαίνοντας τῶν ἀδελφῶν οὐδὲ εἷς. Ἀλλ' οὔτε βοήθημα ἢ θεραπευτικὸν τῆς προκατα σχούσης νόσου ἢ προφυλακτικὸν τῆς προσδοκωμένης οὐδέν. Καὶ ὅλως ἔοικε λοιπὸν ἡ τῆς Ἐκκλησίας κατάστασις (ἵνα ἐναργεῖ χρήσωμαι